Ἐδάκρυσας Κύριε ἐπὶ Λαζάρῳ…

Ένα άγνωστο αλλά από τα πιο υπέροχα ποιήματα που έχει γραφτεί με αφορμή την ανάσταση του Λαζάρου
Ανάσταση του Λαζάρου
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».
Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας, ἀλλ” ὁ ᾍδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
Ἐδάκρυσας Κύριε ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός, ὑπάρχων, φύσει καθ” ἡμᾶς, γέγονας ἄνθρωπος.
Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ ἐξουσίᾳ σου.
Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.
Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ ᾍδου, φωνήσας τὸν Λάζαρον, καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε μόνε Σωτήρ.
Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ ᾍδου, κρατούμενον Δέσποτα, ὡς Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει προστάγματι.
Ποίημα Ἀνδρέου Κρήτης

Σας προτείνουμε

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest
Share on whatsapp