Αγία Κυριακή: Η Προστάτιδα κατά της Κατάθλιψης και του Ψυχικού Πόνου

Αγία Κυριακή: Η Προστάτιδα κατά της Κατάθλιψης και του Ψυχικού Πόνου

Αγία Κυριακή: Η Προστάτιδα κατά της Κατάθλιψης και του Ψυχικού Πόνου

Καθώς η εποχή μας δοκιμάζεται από αυξανόμενα ψυχικά βάρη και την εσωτερική μοναξιά, επιστρέφουμε με πίστη σε μορφές που για αιώνες υπήρξαν λιμάνι ελπίδας. Η Αγία Κυριακή, η νεαρή μάρτυρας της πίστης, τιμάται στις 7 Ιουλίου, ως μια πνευματική θεραπεύτρια που χάριτι Αγίου Πνεύματος, παρηγορεί και θεραπεύει τις καρδιές των πιστών.
Με αφορμή τη σημερινή ημέρα μνήμης της, θυμόμαστε γιατί η Αγία Κυριακή παραμένει σημείο αναφοράς για όσους παλεύουν με την κατάθλιψη, την πλάνη και κάθε μορφής σκοτάδι.
Στην Αγία Κυριακή γνωρίζουμε την ιδιότητα χάριτι Αγίου Πνεύματος να γιατρεύει την κατάθλιψη στους πιστούς.

Αυτή η πεποίθηση προέκυψε από τα Θαύματα που έχει διαπράξει η Αγία Κυριακή, αλλά και από ένα στίχο του παρακλητικού κανόνα που διαβάζουμε για εκείνη.

Νυκτός Χριστού μάρτυς και σκοτασμού, της πλάνης φυγούσα, ηξιώθης θείου φωτός, καμέ φωτισθήναι ταις λιταίς σου, θεοφεγγέσιν ακτίσι αξίωσον.

Η αναφορά αυτή προσδίδει στην Αγία Κυριακή το κατόρθωμα να πιστέψει τόσο πολύ στο Χριστό, όπου διέφυγε από κάθε ψυχικό πόνο και κάθε πλάνη που τον προκαλούσε !

Άλλωστε το τέλος της είναι χαρακτηριστικό της Αγιότητάς της. Την στιγμή που ο δήμιος ετοιμαζόταν να την εκτελέσει η Αγία Κυριακή προσευχήθηκε και Άγγελος Κυρίου πήρε την ψυχή της για να την παραδώσει στο Νυμφίο Χριστό. Δεν πρόλαβες κανείς να την εκτελέσει.

Την Αγία Κυριακή επικαλούνται χιλιάδες πιστοί κάθε φορά για να γιατρέψει κάθε ψυχικό πόνο και την κατάθλιψη, πάντα βέβαια χάριτι Αγίου Πνεύματος.

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα και Αθληφόρο Κυριακή
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ παρὸν Τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἐξανθήσασαν ἁγνείας λαμπρότητι, ὡς ἐν κοιλάσιν εὐωδέστατον ἴον, Κυριακὴν τὴν ἔνδοξον, μαρτύρων καλλονήν, πάντες ἀνυμνήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· ῥῦσαι τοὺς ὑμνοῦντάς σε, τῶν δεινῶν σαῖς πρεσβείαις, ἵνα γεραίρωμεν εὐλαβῶς, τὴν πανεύφημόν σου μνήμην, Ἀθληφόρε ἀξιάγαστε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Ὑμνεῖ σε μάρτυς Κυριακὴ πόθῳ, Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὑμνοῦμέν σε πόθῳ Κυριακή, Χριστοῦ Ἀθληφόρε, καὶ δεόμεθά σου θερμῶς, παράσχου λιταῖς σου πρὸς τὸν Κτίστην, πᾶσι τοῖς κάμνουσι τὴν ἀνάῤῥωσιν.

Μαράνασα Μάρτυς σῶμα τὸ σόν, Θεοῦ δι’ ἀγάπην, κακουχίαις τὲ καὶ δεινοῖς, διὸ τὰ τοῦ σώματος μου πάθη, δι’ ἐγκρατείας μαράναι ἀξίωσον.

Νυκτὸς Χριστοῦ Μάρτυς καὶ σκοτασμοῦ, τῆς πλάνης φυγοῦσα, ἠξιώθης θείου φωτός, κᾀμὲ φωτισθῆναι ταῖς λιταῖς σου, θεοφεγγέσιν ἀκτῖσι ἀξίωσον.

Θεοτοκίον.
Ἐκένωσε Κόρη ὁ ποιητής, ἐν τῇ σῇ κοιλίᾳ, ἑαυτὸν δὲ τοὺς πατρικούς, κόλπους τὸ καθόλου μὴ κενώσας, διὰ τὸ σῶσαι ὡς Θεὸς τὸ ἀνθρώπινον.

ᾨδὴ γ΄. Σὺ εἰ τὸ στερέωμα.
Ἴασαι τὰ πάθη μου, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, ταῖς πρὸς Θεόν, ἐνθέρμοις λιταῖς σου, Κυριακὴ μεγαλώνυμε.

Σύνεσιν μοὶ δώρησαι, τῷ ἀσυνέτῳ, πανθαύμαστε, Κυριακή, ἵνα πράττω πάντα, τοῦ Θεοῦ τὰ προστάγματα.

Ἐκ σοῦ, παμμακάριστε, Κυριακή, τὴν κατάπαυσιν, νόσων δεινῶν, πόθῳ ἀναμένω, ἀπολαῦσαι πρεσβείαις σου.

Θεοτοκίον.
Μαρία γενέσθαι μοι, τῷ μολυνθέντι τοῖς πταίσμασιν, ἵλεων νῦν, τὸν ἐκ σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀπαστράπτουσα θαύμασιν, ἐκ τῶν προσφευγόντων σοι, Μάρτυς ἔνδοξε, τῶν παθῶν φρικτὴν σκοτόμαιναν, ἀπελαύνεις ὄντως ταῖς πρεσβείαις σου.

Ῥεῖθρα ὄντως, πανένδοξε, ἰαμάτων ἄφθονα ἀναβλύζουσα, τοῖς τιμῶσι σὴν πανήγυριν, ῥῶσιν ταῖς λιταῖς σου νῦν χορήγησον.

Τῶν μαρτύρων τὴν εὔκλειαν, τὴν Κυριακὴν ἀνυμνήσωμεν, οἱ πιστοὶ καὶ ἐπαινέσωμεν, ὡς τετυχηκότες ἀπαλλαγῆς τῶν δεινῶν.

Θεοτοκίον.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος χιτῶνα, Παρθένε, ἔνδυσον, τὸν σὸν δοῦλον ταῖς πρεσβείαις σου, καὶ τῇ ἀφθαρσίᾳ μὲ περίβαλε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σόφισον μὲ νῦν, τῆς σοφίας ταῖς ἐλλάμψεσι, ταῖς ὑπὲρ νοῦν καὶ ὑπὲρ ἔννοιαν, καὶ φωτὶ θείω, Κυριακὴ μὲ φωταγώγησον.

Κύμασι δεινοῖς, ἁμαρτίας βυθιζόμενον, καὶ ταῖς τρικυμίαις τῶν θλίψεων, Κυριακή με, τοῦ κινδύνου ἐλευθέρωσον.

Ὕψιστον Θεόν, ὃν ἐκύρηξας πανεύφημε, τοῦτον ἐκδυσώπει ὑπὲρ τοῦ δούλου σου, παθῶν θλιβόντων, καὶ δεινῶν ἀπαλλαγῆναί με.

Θεοτοκίον.
Ῥύπου μὲ παθῶν, μεσιτεία σου καθάρισον, καὶ τὴν σκοτισθεῖσαν ψυχήν μου φώτισον, ἵνα δοξάζω καὶ ὑμνῶ σε, πολυύμνητε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι.
Ἰδεῖν τὴν δόξαν Θεοῦ, ἐπιποθῶν ὁ ταλαίπωρος, Κυριακή, πρὸς τὴν σήν, προσφεύγω βοήθειαν, θερμῶς σου δεόμενος, ὅπως ταῖς λιταῖς σου, ταύτης γένωμαι νῦν μέτοχος.

Ἀγάπη πρὸς τὸν Θεόν, πάντα ὡς φροῦδα κατέλιπες, Κυριακὴ τὰ ἐν γῇ, σὺ οὖν καὶ τὸν δοῦλόν σου, παριδεῖν ἀξίωσον, πάντα τὰ ἡδέα, καὶ ἁγίως πολιτεύεσθαι.

Κρατῆρα, Κυριακή, θανατηφόρον κεκέρακεν, ἡ Εὔα πάλαι ἐμοί, σὺ δὲ τοῖς σοῖς αἵμασιν, οἶνόν μοι ἐνστάλαξον, τῆς ἀθανασίας, τὴν καρδίαν μου εὐφραίνοντα.

Θεοτοκίον.
Ἡ μόνη καταφυγή, χριστιανῶν σὺ βοήθησον, τῷ κινδυνεύοντι νῦν, καὶ χεῖρά μοι ὄρεξον, καὶ πρὸς τὸν λιμένα με, τὸν τῆς σωτηρίας, καθοδήγησον, Πανάχραντε.

Διάσῳζε, Κυριακὴ ἀθληφόρε, ταῖς πρὸς Θεόν σου πρεσβείαις, ἀπὸ ποικίλων κινδύνων τοὺς δούλους σου, καὶ ἴασαι τὰς δεινὰς ἡμῶν νόσους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀνέτειλεν ἡμῖν λαμπρά, ὥσπερ ἥλιος, ἡ μνήμη σου σεμνὴ Κυριακὴ ἀθληφόρε, νέφη τῶν παθῶν ἀποδιώκουσα, καὶ φωταγωγοῦσα τοὺς εὐσεβῶς, τῇ σῇ εἰκόνι προσπελάζοντας, καὶ σὲ πόθῳ καὶ πίστει γεραίροντας.

Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ ι΄ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Kαὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄.
Οὐδεὶς καταφεύγων ἐν τῇ σκέπῃ σου, κατησχυμένος ἐκπορεύεται, Κυριακὴ ἀθληφόρε, ἀλλ’ αἰτεῖται τὴν ῥῶσιν, καὶ λαμβάνει τὴν ἴασιν, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πάντων δεινῶν ἀῤῥωστημάτων, τὰ ἰάματα λαμβάνομεν ἀφθόνως, οἱ πιστῶς τῇ θερμῇ, προστρέχοντες σοὶ σκέπη, Κυριακὴ πανένδοξε, ταῖς ἐνθέοις σου πρεσβείαις.

Ὄμβρους παρέχεις ἰαμάτων, καταπαύσουσα τὸ πῦρ ἀῤῥωστημάτων, καὶ πιστοὺς σὺ ποιεῖς, ὑμνεῖν ἀδιαλείπτως εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θέσει, ὦ Μάρτυς, θεουμένη, ὡς ἐγγίζουσα τῷ θρόνῳ τοῦ Ὑψίστου, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ἀνευφημούντων, ὑμνωδῶν ἐν κάλλεσι, τὸν Θεὸν ἀεὶ δυσώπει.

Θεοτοκίον.
Ὥσπερ ὁ ἄσωτος, Μαρία, νῦν προχέω τὰ δάκρυα ἀφθόνως, ὡς τελώνης ἀεί, ἱλάσθητι κραυγάζω, σῶσόν με τοίνυν, Δέσποινα, μητρικαῖς σου ἱκεσίαις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὺ τῶν αἱμάτων, τοῖς σταλαγμοῖς σου, Παρθένε, ἀποξήρανον βυθὸν ἁμαρτίας, καὶ χορηγεῖ ῥῶσιν, τοῖς κάμνουσι λιταῖς σου.

Εὔχου Κυρίῳ, Κυριακὴ ἀθληφόρε, ὑπὲρ πάντων τῶν σοὶ προσφευγόντων, καὶ ῥύου κινδύνων, αὐτοὺς σαῖς ἱκεσίαις.

Ῥῦσαι σὸν δοῦλον, Κυριακὴ ἀθληφόρε, τὸν τῇ σκέπῃ τῇ σῇ προσελθόντᾳ, νόσων ὀλέθριων, καὶ θλίψεων λιταῖς σου.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, ἐκ κατωτάτου βυθοῦ με, ἀπογνώσεως ῥῦσαι καὶ πρὸς ὅρμον, μετανοίας βίον, ἴθυνον τοῦ σοῦ δούλου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φωτὶ τῷ ἀπροσίτῳ, ἐντρυφῶσα θεόφρον, τῆς ἁμαρτίας ἀχλὺν τὴν κακόζοφον, ἐκ τῶν σῶν δούλων λιταῖς σου, νῦν διασκέδασον.

Εὐφρόσυνον ἡμέραν, ἄγει νῦν ἡ κτίσις, Κυριακή, τὴν σὴν μνήμην γεραίρουσα, καὶ εἰρηναίαν ἐκ τῶν λιτῶν σου, κατάστασιν ἀναμένουσα.

Ἴασιν ταχίστην, δώρησαι λιταῖς σου, Κυριακὴ ἀθληφόρε καὶ φώτισον, τὸν σκοτεινὸν ἁμαρτίαις, νοῦν μου, πανένδοξε.

Θεοτοκίον.
Μετὰ Θεὸν Παρθένε, ἄμαχον προστάτιν, καὶ ἀντιλήπτορα μέγιστον ἔχων σε, κράζω σοὶ σῶσον, τὸν δοῦλόν σου Ἄχραντε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔπιδε ἐξ ὕψους θείου Χριστοῦ, νύμφη στεφηφόρε, καὶ ἐπίσκεψαι τοὺς πιστῶς, σὲ ἀνευφημοῦντας, καὶ θείαις σου πρεσβείαις, νόσων παντοίων ῥῦσαι, καὶ πάσης θλίψεως.

Τὸν Χριστὸν ποθήσασα ἀληθῶς, ἔσπευσας τεθνάναι, καὶ θυσίαν προσενεγκεῖν, σεαυτὴν ἁγία Κυριακὴ θεόφρον, τοῦτον οὖν ἐκδυσώπει, ὑπὲρ τῶν δούλων σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ τροπάριον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς βρύσις πολύκρουνος, παρθενομάρτυς Χριστοῦ, κατήρδευσας, πάνσοφε, τὴν Ἐκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα, ἔσωσας τοὺς ἐν σκότει, τῆς εἰδωλομανίας, αἴγλη τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθληφόρε, διὸ ἐν παῤῥησία Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ἤ τὸ παρὸν Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Καλλιέρημα ὤφθης καὶ θύμα ἅγιον, προσενεγκοῦσα τῷ Πλάστῃ τὴν καθαράν σου ψυχήν, ἣν ἐδόξασε Χριστός, ὦ καρτερόψυχε· ὅθεν καὶ βρύει διά σου, τοῖς τιμῶσί σε πιστοῖς, τὰς χάριτας ὑπὲρ ψάμμον, Κυριακὴ ἀθληφόρε, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Κλάδος εὐκλεής, Κυριακή, ῥίζης διασήμου ἐδείχθης, Χριστὸν κηρύξασα, φέρων τῆς ἀθλήσεως, καρπὸν σωτήριον, καὶ ξηραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας, ὅθεν σὲ δοξάζοντες, καθικετεύομεν, ῥῦσαι ταῖς πρεσβείαις σου πάσης, λύμης τῶν παθῶν ἀχλυώδους, τοὺς τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

πηγή