Παράκληση στην Παναγία Γοργοεπήκοο

Παράκληση στην Παναγία Γοργοεπήκοο

εικόνα από ΕΔΩ

Ληφθέντος παρά της Ιεράς Μονής Δοχειαρίου εν Αγίω Όρει

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πτασιμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα.
Ὅμοιον.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἱ ἐν κινδύνοις καὶ αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς· τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος, φερωνύμως κληθεῖσα· σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.

Καὶ νῦν.
Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παντοίᾳς ἐκ βλάβης καὶ συμφορῶν, πανύμνητε Κόρη, σαῖς πρεσβείαις ἀντιβολῶ, ὦ Γοργοϋπήκοε σοὺς δούλους, ἐκλυτρωθῆναι πιστῶς προσιόντας σοι.

Μαρία Παρθένε Μῆτερ Θεοῦ, τοὺς σοὺς δούλους ῥῦσαι, πολυτρόπων ἐκ πειρασμῶν, γοργὸς γὰρ ὑπήκοος ἐκλήθης, τοῖς μετὰ πόθου ναῷ σῷ προστρέχουσι.

Ποικίλα με πάθη κατακρατεῖ, δεινῶς ὁ ἀλάστωρ, δι᾿ αὐτῶν με ἀποσοβῶν, τῆς δόξης Κυρίου ὦ Παρθένε, ἀλλ᾽ ἐξ αὐτῶν ἐλευθέρωσον δέομαι.

Παγίδας ἡτοίμασεν ὁ δεινός, ποσί μου Παρθένε, καὶ ἐνέδρας ὁ δυσμενής, γοργὸς δὲ ὑπήκοος γενοῦ μοι, καὶ ἐξ αὐτῶν σῇ ἰσχύϊ με ἐξάρπασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἀσθενείαις ποικίλαις, περιπεσὼν Ἄχραντε, σαῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, Γοργοϋπήκοε, ὡς ταχινὸς ἰατρός, ἐκ τούτων πάντων μὲ ῥῦσαι, καὶ ὑγίειαν δώρησαι ψυχῆς͵ καὶ σώματος.

Εὑσπλαγχνίας πηγήν σε, παναληθῶς ἔγνωμεν, ὦ Γοργοϋπήκοος κόρη, ταχὺ ἐπάκουσον, τῶν δεομένων ἡμῶν, καὶ ῥῦσαι πάντας κινδύνων, τοῦ δεινοῦ ἀλάστορος καὶ περιστάσεων.

Τῶν τοῦ βίου σκανδάλων, καὶ τῶν δεινῶν ἅπαντας, ὦ Γοργοϋπήκοε Κόρη, τάχος ἀπάλλαξον, ὡς Μήτῃρ ἄφθορος γάρ, τοῦ φιλανθρώπου Δεσπότου, ὅπως σοῦ δοξάζωμεν τὸ θεῖον ὄνομα.

Παναγία Παρθένε, ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα ὑπάρχομεν πάντες, ὦ Μῆτερ εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν σήν, φύλαξον ἄχραντε Κόρη, καὶ ὑγίειαν δῴρησαι ψυχῆς καὶ σώματος.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλούς σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς ὦ Γοργοϋπήκοοε, θερμῶς ἱκετεύομεν ῥῦσαι τάχος.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώμάτος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Πρεσβείαις ταῖς σαῖς ἀπαύστοις πρός τὸν Κύριον, παντοίων δεινῶν κινδύνων τε καὶ θλίψεων, δούλους σοὺς ἀπάλλαξον Θεοτόκε Γοργοϋπηκοε, καὶ τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ, τηροῦσα τὴν ποίμνην σου ἀπήμαντον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν νοσούντων ἀκέστορα, ὁ Χριστὸς ἁπάντων Γοργοῦπήκοε, ἔδειξέ σε ὡς Μητέρα του, τοῦ ἰᾶσθαι πάντῶν τὰ νοσήματα.

Ἀσθενοῦντά με ἴασαι, ἐν κινδύνοις ὄντα Γοργοϋπήκοε, σαῖς πρεσβείαις ἐλευθέρωσον, καὶ φρικτῆς κολάσεως ἐξάρπασον.

Σαῖς πρεσβείαις τὴν ποίμνην σου, τῶν βελῶν ἐχθίστων Γοργοϋτήκοε, εὐπροσδέκτοις πρὸς τὸν Κύριον, διατήρει ἄτρωτον Θεόνυμφε.

Ἱλασμόν σε ἐπέγνωμεν, καὶ πρεσβείαν ἄμαχον πρὸς τὸν Κύριον, Μαριὰμ Γοργοϋπήκοε, καὶ ἡμῶν σῶν δούλων ἀντιλήπτορα.

ᾨδὴ ε΄ Φώτισον ἡμᾶς.
Πρόφθασον ταχύ, καὶ βοήθησον τοῖς δούλοις σου, τοῖς ἐκζητοῦσι δεήσεσι θερμαῖς, Γοργοϋπήκοε τὴν σὴν θερμὴν ἀντίληψιν.

Ῥῦσαι Ἀγαθή, τοὺς σοὺς δούλους πάσης θλίψεως, νόσου καὶ λογισμῶν φθοροποιῶν, καὶ πανολβίου εὐφροσύνης καταξίωσον.

Δεῖξον Ἀγαθή, τὴν σὴν κλῆσιν ἀληθεύουσαν, γοργῶς πληροῦσα τὰς αἰτήσεις ἡμῶν, τῶν ἀδιστάκτου ἐκ καρδίας προσιόντων σοι.

Λύπης με δεινῆς, καὶ παθῶν παρενοχλούντων με, Γοργοϋπήκοε ἀπάλλαξον νῦν, καὶ ἀπαθείας τὴν λαμπρὰν στολήν με ἔνδυσον.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Κακώσεως, καὶ φθορᾶς ἀπάλλαξον, τοὺς τῷ σῷ μετ᾽ εὐλαβείας τεμένεὶ, ἐπιφοιτᾶν, ἀγαπῶντας Παρθένε, Γοργοϋπήκοε Μῆτερ πανάμωμε, καὶ πάσης ἄλλης ἐκ δεινῆς, λοιμικῆς ἀσθενείας καὶ θλίψεως.

Ἐχθίστων, ἐκ τῶν διττῶν ἐξάρπασον, νοητῶν καὶ αἰσθητῶν τοὺς σοὺς δούλους, Γοργοϋπήκοε, ἄνασσα πάντας, τοὺς τῷ ναῷ σοὺ τῷ θείῳ προστρέχοντας, καὶ δώρησαι διττὴν αὐτοῖς, τὴν ὑγίειαν ψυχῆς τε καὶ σὼματος.

Ἐλπίδα, μετὰ Θεὸν οὐ κέχτημαι, παρεκτὸς τῆς σῆς πρεσβείας Πάρθένε, ὁ ἐν δειναῖς, ἀσθενείαις διάγων, Γοργοϋπήκοε Κόρη ἀπείρανδρε· ἀλλ᾽ οἴκτειρον ὡς ἀγαθὴ, καὶ τῆς κλίνης ἀνάστησον δέομαι.

Προστάτιν σε, τῶν ἀνθρώπων δέδωκεν, ὁ Χριστὸς Γοργοϋπήκοε πάντῶν, καὶ ἀσφαλές, περιφρούρησον Κόρη, περιτειχίζον τοὺς δούλους σου πάναγνε, παντοίων ἐκ τοῦ πονηροῦ, πειρασμῶν ἀνηκέστων καὶ θλίψεων.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς ὦ Γοργοϋπήκοε, θερμῶς ἱκετεὐομεν τάχος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θλιθομένων καὶ τῶν ἀσθενῶν ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν σε πιστῷν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, σῷ τεμένει ᾧ Γοργοϋπήκοε παντάνασσα, λιταῖς γοῦν ταῖς σαῖς περισώζουσα· πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύμάτα διάλυσον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σοῦ, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἕν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἡμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Γοργοϋπηκόου ταῖς θείαις ἱκεσίαις ἐξάλειψον τὰ πλήθη, τῶν ἡμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντων τὰ αἰτήματα, Γοργοϋπήκοε κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς σὲ ἐκ πίστεως προσιόντων σοι, καὶ τὴν σὴν ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων· ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον· ἵνα σε ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν σὸν Υἱόν, ὃν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε, ἐλέησον (12 φορές)

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἀπώσῃ Παρθένε, τὰς δεήσεις σῶν δούλων τῶν πεποιθότων εἰς σέ, ἀλλ᾽ οἴκτειρον καὶ σῶσον, γοργῶς ἐκ πάσης βλάθης ὑπακούουσα δέησιν, τῶν ἀνυμνούντων Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.

Τῶν ἐχθρῶν τὰς ἐνέδρας, ἡπλωμένας δολίως σῶν οἰκετῶν τοῖς ποσί, δεόμεθα Παρθένε, ἀνάδειξον ἀπράκτους καὶ γοργῶς αὐτοὺς τήρησον, ὑπὸ τὴν σκέπην τὴν σήν, ὑμνοῦντάς
σου τὴν χάριν.

Ἡμῶν αἱ ἁμαρτίαι, ἐπληθύνθησαν σφόὃρα, καὶ ἐξ αὐτῶν ἀγαθή, ποικίλαις ἀσθενείαις πεσόντες ἐκβοῶμεν· κατοικτείρησον ἅπαντας, Γοργοϋπήκοε κόρη, σώζουσα σοὺς δούλους.

Θαυμάτων παραδόξων, σῷ τεμένει ἑμπλήσω τοῖς προσιοῦσι πιστῶς, αὐτῷ τὰς ἀσθενείας, κουφίζουσα Παρθένε καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ αἰωνίου δόξης αὐτοὺς καταξιοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γοργοϋπήκοε, Θεοτόχε σοὺς δούλους, μὴ ἐλλίπῃς φρουροῦσα ἐκ πάσης, φθορᾶς καὶ κινδύνων, ψυχῶν τε καὶ σωμάτων.

Τῶν ἀσθενούντων, ὁ σὸς ναὸς ἰατρεῖον, ἀνεδείχθη Παρθένε καὶ λύτρον, πάσης ἀσθενείας, σοὺς δούλους ἀπαλλάττον.

Ἐν σοὶ Παρθένε, Γοργοϋπήκοε πάντες, ἐγκαυχόμεθα οἱ σοὶ οἰκέται, καὶ ἐν σοὶ θαῤῥοῦμεν, σωθῆναι πάσης βλάβης.

Μὴ οὖν παρίδης, σῶν οἰκετῶν τὰς δεήσεις, τῶν πρὸς σὲ ἐκβοώντων ἀπαύστως, ῥῦσαι Παναγία, σοὺς δούλους πάσης βλάβης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κατάβρωμα δαιμόνων, πάντες γεγονότες, ὡς παραβάται Θεοῦ ἐνταλμάτων ἁγνή, ἐν σοὶ θαῤῥοῦμεν σωθῆναι Γοργοϋπήκοε.

Γοργὸς γενοῦ Παρθένε, ῥύστις τοῖς σοῖς δούλοις, ἐξ ἀσθενείας παντοίας καὶ λύμης δεινῆς, καὶ ἐκ φθορᾶς καὶ κακώσεως ἀπαλλάττουσα.

Παρθένε Θεοτόχε, Μῆτερ χριστωνύμων, μὴ διαλίπῃς φρουροῦσα σοὺς δούλους ἁγνή, ἐκ πάσης βλάδης καὶ νόσων Γοργοϋπήκοε.

Εὑπρέπειαν σοῦ Οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν διατήρει καὶ δεῖξον ἁγνη, τοῦ Παραδείσου ἀξίους Γοργούπήκοε.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σέ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Γοργοϋπήκοον οἱ πιστοί, δεῦτε συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ῥύστιν παντοίων, ποικίλων νοσημάτων, καὶ πάσης ἐπηρείας τοῦ πολεμήτορος.

Πάντες οἱ καμόντες νόσον διττήν, σώματος ψυχῆς τε, τῷ τεμένει Μητρὸς Θεοῦ, προσδράμωμεν πόθῳ, τὴν ῥῶσιν ἀμφοτέρων, δὸς τοῖς πᾶσι Γοργοϋπήκοε.

Πάντας τοὺς σοὺς δούλους τῷ σῷ ναῷ, λύτρωσαι Παρθένε, ἐκ παντοίων ἐπηρειῶν, ἐμμένοντας πόθῳ, καὶ χάριν ἐκζητοῦντας, τὴν σὴν παρθενομῆτορ Γοργοϋπήκοε.

Δεῖξον τὴν σὴν χάριν Μῆτερ Θεοῦ, πᾶσι τοῖς φοιτῶσι, σῷ τεμένει πανεὐλαβῶς, παντοίας ἀνάγκης, αὐτοὺς ἐλευθεροῦσα, καὶ ῥῶσιν πᾶσι Γοργοϋπήκοε.

Δέξαι τὰς δεήσεις σῶν οἰκετῶν, τῶν πρὸς σὲ βοώντων, ἐν κλαυθμῷ τε καὶ στεναγμοῖς, καὶ ῥῦσαι παντοίας, ἐκ βλάθης τῆς κατ᾽ ἄμφω, ψυχῶν καὶ σωμάτων Γοργοϋπήκοε.

Πάσης ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε, τοὺς προσφεύγοντας σῷ ναῷ, καὶ πάσης τε ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας βασιλείας αὐτοὺς ἀξίωσον.

Δέχου τὰς δεήσεις ἡμῶν γοργῶς, ὦ παρθενομῆτορ, παντευλόγητε Μαριάμ, οὕτω γὰρ κληθεῖσα, ἀφ᾽ ἑαυτῆς Παρθένε, φιλάγαθος ὡς οὖσα Γοργοϋπήκοος.

Φερωνύμως κόρη βραθεύεις νῦν, αἰτήματα ὅθεν, δυσωποῦμεν τὴν εὐαγῆ, Μονήν σου συντήρει, τήν δε Δοχειαρίου, σὲ ὕμνοις προσκυνοῦσαν Γοργοϋπήκοε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε σύ, νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος· ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ λοιμοῦ Κόρη, ἀκρίδος χαλάζης τε καὶ πάσης μάστιγος, ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες,
σοῦ τὸ θεῖον ὄνομα δοξάζομεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.