Περὶ σωτηρίας ψυχῆς Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἀγαπητοὶ,
ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ
πάλιν ἐπ’ αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.
∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών·
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης·
καὶ ὁ ∆αυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.
Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες·

ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται,
μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ’ ὀλίγον καταλειπόμενα·
ἅπερ λαβεῖν μεθ’ ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς
ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.
Κἂν πάντας τοὺς θησαυροὺς συνάξωμεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ, σκυθρωποὶ,
τετραχηλισμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι, ἔντρομοι, κατηφεῖς,
ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ τοῦτο μετ’ αἰσχύνης συγκαλύπτοντες·
οὕτω πορευσόμεθα, οὕτως ἀναστησόμεθα,
οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον
δικαστήριον,
ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων
ἀνοίγονται,
ὅπου ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου,
ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος,
ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατάπαυστον δάκρυον, ὅπου ὁ ἀσίγητος
στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος· ὅπου
οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφὴ, ἀλλὰ κρίσις· ὅπου οὐκ
ἔστι φθόγγος, ἀλλὰ τρόμος.
Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ,
φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ
λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν.
Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη,
οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης.
Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος
σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται, ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ
Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα
ἀνοίγονται, τὰ σώματα ἀνίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται.
Πολὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη ἡ τότε γινομένη·
μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ
θόρυβος, μέγας ὁ ὀλολυγμός.
Ἄκουε οὖν τοῦ ∆ανιὴλ λέγοντος·
Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν
ἐκάθισε.
Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον·
ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.
Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ·
χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ·

τὸ κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.
Ἔφριξε τότε τὸ πνεῦμά μου.
Ἐγὼ ∆ανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με.
Βαβαί! ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε!
Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πράγματα ἔλθωμεν;
ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐπισυναγόμενοι παριστώμεθα γυμνοὶ,
καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσιν ἐπιδεικνύοντες;
Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται, καὶ οὐκ ἔσται ὁ δροσίζων·
τότε τῶν καταλαλούντων οἱ ὀδόντες συντρίβονται ὑπὸ ἀποτόμων ἀγγέλων·
τότε τῶν φιλαργύρων αἱ χεῖρες κρεμάμεναι τρέμουσι, καὶ ξεόμεναι ὀδυνῶνται·
τότε τῶν φλυάρων τὰ στόματα ὑπὸ τοῦ πυρὸς ἐμφράττονται·
τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ ἐξορύττονται ἀνιλεῶς.
Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι;
ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία, ποῦ ἡ τῶν τυράννων
ἀπόνοια, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία;
ποῦ οἱ δοῦλοι, ποῦ αἱ δοῦλαι; ποῦ ὁ καλλωπισμὸς τῶν ἱματίων, ποῦ αἱ χροαὶ τῶν
μαργάρων, ποῦ ἡ φαντασία τοῦ χρυσίου, ποῦ ὁ κτύπος τοῦ ἀργυρίου;
ποῦ ἡ κόσμησις τῶν δακτυλίων, ποῦ τῶν ποδῶν τὸ περισφῖγγον ὑπόδημα,
ποῦ τὰ σηρικὰ ἱμάτια, ποῦ τὰ βύσσινα;
ποῦ τὰ κρέα, ποῦ τὰ μύρα καὶ τὰ μάταια καπνίσματα;
ποῦ οἱ φυλασσόμενοι θησαυροί;
ποῦ αἱ κεκοσμημέναι κλῖναι;
ποῦ οἱ παρορῶντες τοὺς πένητας;
ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκῃ;
ποῦ οἱ νομίζοντες εἶναι σοφοί;
ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες;
ποῦ οἱ διαπαντὸς γελῶντες, καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες;
ποῦ οἱ τοὺς δούλους καταπονοῦντες, καὶ τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες;
ποῦ εἰσὶν ἀπιστοῦντες τὴν κόλασιν, καὶ ὡς ἀθάνατοι διακείμενοι;
ποῦ εἰσὶν οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν·
αὔριον γὰρ ἀποθνήσκομεν;
ποῦ εἰσὶν οἱ λέγοντες, ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον;
ποῦ εἰσὶν οἱ λέγοντες, Ἀπολαύσωμεν τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν;
ποῦ εἰσὶν οἱ λέγοντες, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει τοὺς ἁμαρτωλούς;
Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέγοντες!
πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς!
πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος!

πόσα ἑαυτοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν!
οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν!
Ἐδιδασκόμεθα, καὶ οὐ προσείχομεν·
ἐνουθετούμεθα, καὶ κατεφρονοῦμεν· διεμαρτύραντο δὲ ἡμῖν, καὶ οὐκ ἐπιστεύομεν·
τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν.
∆ικαία ἡ κρίσις τοῦ Θεοῦ·
ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.
Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰωνίως κολαζόμεθα,
διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα,
διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ Θεοῦ ἐξεπέσαμεν,
διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν,
διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν!
Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ’ ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαντες
εὐφραίνονται.
Νῦν οἱ νηστεύοντες τρυφῶσιν, οἱ ἀγωνισάμενοι εἰς τὸν οὐράνιον νυμφῶνα
χορεύουσιν, οἱ σκορπίσαντες τὸν πλοῦτον ἐν ἀγαλλιάσει θερίζουσιν, οἱ κλαύσαντες
αἰωνίως ἀγάλλονται, οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπέλαβον τὰ οὐράνια·
μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κολάσει ἀξίως παρεδόθημεν· καὶ νῦν κράζομεν, καὶ οὐκ
ἔστιν ὁ ἐλεῶν· στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώζων.
Ἵνα οὖν μὴ καὶ ἡμεῖς μετ’ ἐκείνων τῶν ἀφρόνων τὰ τοιαῦτα ῥήματα ἐν τῷ μέλλοντι
αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν·
δράμωμεν, ἕως καιρὸν ἔχομεν·
στενάξωμεν, μετανοήσωμεν, ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας
ἡμῶν, ἐκ τοῦ βάρους τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας ἡμῶν·
ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι ἡμᾶς, καὶ εἴπωμεν·
Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα.
Σπεύσωμεν μόνον πρὶν ἢ ἥλιος δύσῃ, πρὶν ἢ θύρα ἀποκλεισθῇ, πρὶν ἢ νὺξ καταλάβῃ.
Ἐπὰν γὰρ ἡ πανήγυρις λυθῇ, οὐδεὶς πραγματεύεται·
ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται.
∆ιὸ δράμωμεν·
δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς
κρούσαντες ἀκούσωμεν·
Οὐκ οἶδα ὑμᾶς· ὀξυποδήσωμεν, μικρὸν αἰσχυνθῶμεν.
Πόσα τὸν ∆εσπότην ἀτιμάζομεν;
πόσα τὸν εὐεργέτην παροργίζομεν;
Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθ’ ἑκάστην ἀγνοοῦμεν·

αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν, αὐτὸς τρέφει, σκέπων προνοεῖται,
καὶ ἡμεῖς τὰς αὐτοῦ ἐντολὰς καθ’ ἑκάστην παραβαίνομεν, καὶ οὐκ αἰσχυνόμεθα.
Αἰσχυνθῶμεν λοιπόν·
ὁ γὰρ καιρὸς ἤγγικε, καὶ ἡ ἡμέρα ἔφθασε,
καὶ δεῖ ἡμᾶς λόγον ἀποδοῦναι ὑπὲρ ὅλου τοῦ βίου ἡμῶν.
Παυσώμεθα οὖν λοιπὸν τῆς ἀμέτρου τρυφῆς, καὶ τοῦ αἰσχροῦ γέλωτος, ἵνα μὴ ἐκεῖ
κλαύσωμεν πικρῶς·
παυσώμεθα τοὺς ἀδελφοὺς λοιδοροῦντες καὶ μισοῦντες καὶ ἀδικοῦντες·
παυσώμεθα θησαυρίζοντες, σπαταλῶντες καὶ πορνεύοντες·
σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώσεσι, ταῖς νηστείαις, ταῖς
μετανοίαις· ἐπιδειξώμεθα βίον νέον, ἐξομολογησώμεθα, ἐπιστρέψωμεν·
ἐπιστροφῆς γὰρ ὁ καιρός.
Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον,
καὶ ἁμαρτίαν μισήσωμεν·
πονέσωμεν ὧδε, παρακαλῶ, μικρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ·
ἀγωνισώμεθα πρὸ καιροῦ, ἀδελφοὶ, ἵνα μὴ βασανισθῶμεν αἰωνίως.
Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ,
καὶ τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς.
Ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν ἕκαστος, καὶ οὐ μὴ εὕρῃ.
Οὐαὶ τῷ καταλαλοῦντι, ὅτι ζητήσει σταγόνας ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρίσκει!
οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολασθήσεται!
οὐαὶ τῷ ἀμελοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται!
οὐαὶ τῷ μὴ ἀγωνιζομένῳ, ὅτι ἀποτόμοις ἀγγέλοις παραδίδοται,
Χρυσίον ὁ ἀπολλύων εὑρίσκει ἄλλο·
χρόνον δὲ μετανοίας ἄλλον εὑρεῖν οὐ δύναται.
Μὴ φεισώμεθα, ἀδελφοὶ, τῶν ἑαυτῶν σωμάτων,
ἀλλὰ ταῦτα κατατρίψωμεν, ἐπειδὴ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες,
μακάριοι οἱ πενθοῦντες.
Τὸ γὰρ σῶμα πηλός ἐστι·
καὶ ἐλεύσεται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαραίτητος, καὶ εἰς γῆν ἡ γῆ
πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται.
Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν·
ἐλεύσεται γὰρ ἡ ὥρα, καὶ ὄντως ἐλεύσεται, τῆς ἐξόδου ἡμῶν·
καὶ μὴ ἑαυτοὺς ἀπατήσωμεν.
Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶμεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη·
καὶ μετὰ ταῦτα νόσος καὶ γῆρας, καὶ μετὰ ταῦτα τί;

Ἀδυναμία καὶ θάνατος, καὶ ἡ φρικτὴ ὥρα ἐκείνη ἡ προσδοκωμένη καὶ φριττομένη
καὶ ἀμελουμένη.
Μέγας φόβος τότε γίνεται, ἀδελφοί·
μέγα δὲ ἰδέσθαι ψυχὴν χωριζομένην τοῦ σώματος·
μεγάλη ἀνάγκη τῆς ὥρας ἐκείνης, ὅταν ἡ γλῶσσα καθαρῶς τὸν λόγον εἰπεῖν οὐ
δύναται,
ὅταν στρέφωμεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς,
καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους καὶ ἀδελφοὺς γνωρίζωμεν,
καὶ πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνώμεθα.
Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν, καὶ τούτους παραμυθήσασθαι οὐ δυνάμεθα·
τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες
πορευόμεθα.
Καὶ τί λέγω τέκνα;
Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μεριμνῆσαι τέκνων, οὐκ ἀδελφῶν,
οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων ἔννοια,
καὶ τὸ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ποίαν ἀπόφασιν λάβωμεν,
καὶ ποῖος ἄρα τόπος δέξεται ἡμᾶς.
Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν ἄγγελοι ἀπότομοι.
Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν
ταράττεσθαι,
καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς
ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες,
ἱκετεύοντες καὶ λέγοντες·
Ἐλεήσατέ με, ἄγγελοι καὶ φοβεροὶ παραστάται τοῦ θρόνου τοῦ Θεοῦ, καὶ μή με
ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κριτὴν ἀπενέγκητε·
μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε·
μὴ, δέομαι, παρακαλῶ, παρακλήθητε, δυσωπήθητε, καὶ ἐάσατέ με ὀλίγον χρόνον
μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ
βίον ἐδαπάνησα καὶ ἀνήλωσα.
Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι, λέγουσι πρὸς ἡμᾶς·
Ὦ ψυχὴ ταλαίπωρε, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι
θέλεις;
ὦ ἀθλία ψυχὴ, ὁ ἥλιός σου ἔδυνεν, ὁ χρόνος σου τετέλεσται·
ὁ Θεὸς ἐκέλευσεν ἐκ τοῦ σώματός σου χωρίσαι σε.
∆εῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου·
οὐ γὰρ ἔστι σοι λοιπὸν ἐλπὶς σωτηρίας, ἀλλὰ αἰώνιος τιμωρία.

Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαντες,
ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης·
κἂν ἐσυνηθήσαμεν ἁμαρτάνειν, ἀλλ’ ἐκκόψωμεν ταύτας διὰ τῆς μετανοίας.
Μὴ πλανηθῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ
σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ τάρταρος, βρυγμὸς ὀδόντων καὶ
κλαυθμὸς μέγας,
ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν·
ἀψευδὴς γάρ ἐστιν ὁ εἰπὼν, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται,
οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
∆ιὸ φοβηθῶμεν καὶ φρίξωμεν, πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες,
καὶ σπουδάσωμεν μετὰ τῶν ἁγίων εὐρηθῆναι διὰ τῆς μετανοίας.

Μὴ εἴπῃς, Ἔκλεψα, ἐφόνευσα, ἐπόρνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός·
μηδὲν τούτων εἴπῃς·
δέχεται γὰρ πάντας, ὡς τὸν λῃστὴν, ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην·
μόνον μὴ ἀπογνῶμεν, παρακαλῶ, μὴ ῥᾳθυμήσωμεν.
Κρούσωμεν διὰ μετανοίας καὶ εἴπωμεν·
Ἄνοιξον ἡμῖν, Κύριε, τοῖς ἀναξίοις καὶ ἁμαρτωλοῖς·
διὰ τὸ ὄνομά σου τὸ ἅγιον μὴ ἀποστραφῇς ἡμᾶς, ἀλλὰ δυσωπήθητι,
καὶ μὴ στερήσῃς ἡμᾶς τῆς βασιλείας σου.
Σὺ γὰρ εἶ Θεὸς τῶν ἀπηλπισμένων, καὶ σωτηρία πάντων τῶν καταφευγόντων εἰς σέ·
καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ
παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.