Χαιρετισμοί στον Τίμιο Σταυρό

Χαιρετισμοί στον Τίμιο Σταυρό

Χαιρετισμοί στον Τίμιο Σταυρό

Χαιρετισμοί στον Τίμιο Σταυρό

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὧ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, σὲ προσκυνοῦμεν οἱ πιστοῖ καὶ μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι, τοῖς σοι κράζοντας· Χαῖρε Ξύλον μακάριον.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρόν τὸν ζωηφόρον ἐν φόβω· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτὴν ἐν ἐφέσει, φησὶ τῷ Βασιλεῖ θαρσαλέως, τὸ παμπόθητον σου τῆς ψυχῆς εὐχερέστατον μου τῇ σπουδὴ φαίνεται, ζητοῦσα γοῦν τὸ κράτιστον σοι τρόπαιον, ὡς λέγεις, κράζω·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον πρώην Βασίλισσα γνοῦσα, ἐβόησε πρὸς τοὺς ὑπουργοῦντας, ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καὶ δοῦναι τὸν Σταυρὸν σπεύσατε, πρὸς ὃν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλὴν κράζουσα οὕτω·

Χαῖρε, χαράς τῆς ὄντως σημεῖον·
χαῖρε, ἀράς τῆς ἀρχαίας λύτρον.
Χαῖρε, θησαυρὸς ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·
χαῖρε, ὁ φανεὶς ἐν τοῖς ἄστροις τυπούμενος.
Χαῖρε, τετρακτινοπύρσευτε καὶ πυρίμορφε Σταυρέ·
χαῖρε, κλῖμαξ υψοστήρικτε προοραθείσα ποτέ.
Χαῖρε, τὸ τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·
χαῖρε, τὸ τῶν δαιμόνων πολυστένακτον τραῦμα.
Χαῖρε, τερπνὸν τοῦ Λόγου κειμήλιον·
χαῖρε, πυρὸς τῆς πλάνης σβεστήριον.
Χαῖρε, Σταυρέ, ἀπορούντων προστάτα·
χαῖρε, στεῤῥὲ εὐδρομούντων ἀλεῖπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρὸς πίστωσιν ἀληθῆ τοῖς πᾶσι καὶ τὴν ἄφωνον τε καὶ νεκρὰν πρὸς ζωὴν ἀνέστησε, φρικτὸν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως·

Ἀλληλούια.

Ἔχουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρὸς τὸν ταύτης γόνον ὁ δε, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τὸν μέγιστον Σταυρόν, ἔχαιρε, καὶ ἄλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς αὺτὸν τοιαῦτα·

Χαῖρε, Σταυρέ, τοῦ φωτὸς δοχεῖον·
χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.
Χαῖρε, ὁ δοτὴρ χαρισμάτων τοῦ Πνεύματος·
χαῖρε, ὁ λιμὴν ποντοπόρων ἀχείμαστος.
Χαῖρε, τράπεζα βαστάζουσα ὥσπερ θύμα τὸν Χριστόν·
χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.
Χαῖρε, ὅτι τὰ σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·
χαῖρε, ὅτι τὰς κᾶρας τῶν δρακόντων συνθλάττεις.
Χαῖρε, λαμπρόν τῆς πίστεως γνώρισμα·
χαῖρε, παντός τοῦ κόσμου διάσωσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐλογία·
χαῖρε, θνητῶν πρὸς Θεὸν μεσιτεία.

Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καὶ εὗρε σπουδαίως, τὸν ἐν γῆ κρυπτόμενον Σταυρόν, καὶ δεικνύμενον ἐν οὐρανῶ Ἄνακτι ὂν ύψωσε· καὶ βλέπων τὸ πολίτευμα, ἐν πίστει ἔφη·

Ἀλληλούια.

Ἡλιόμορφος ὤφθη, ὁ Σταυρὸς ἐν τῷ κόσμῳ, καὶ πάντες φωτισμοῦ ἐμπλησθέντες, καὶ δραμόντες ὡς πρὸς ἀστέρα θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον, ἐν ταῖς χερσὶ ταῖς θείαις ὑψωθέντα ὃν ὑμνοῦντες εἶπον·

Χαῖρε, αὐγὴ νοητοῦ Ἡλίου·
χαῖρε, πηγὴ ἀκενώτου μύρου.
Χαῖρε, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἀνάκλησις·
χαῖρε, τῶν ἀρχόντων τοῦ ᾄδου ἡ νέκρωσις.
Χαῖρε, ὅτι ἀνυψούμενος συνανυψοίς νῦν ἡμᾶς·
χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τὰς ψυχάς.
Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·
χαῖρε, τῶν Ἀθλοφόρων εὐμενέστατον σθένος.
Χαῖρε, Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·
χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.
Χαῖρε, δι’ οὗ κατεβλήθη ὁ ᾄδῃς·
χαῖρε, δι’ οἷ ἀνατέταλκε χάρις.

Χαῖρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπη· καὶ ὡς ὅπλον κρατοῦντες αὺτό, δι’ αὺτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καὶ ψαύοντες τὸν ἄψαυστον, τοῖς χείλεσιν αὺτῷ βοῶμεν·

Ἀλληλούια.

Ἴδε φῶς οὐρανόθεν, ὁ Κωνσταντῖνος ὁ μέγας, δεικνύμενον Σταυροῦ τὸ σημεῖον, δι’ ἀστέρων ἐν ὦ καὶ νικᾶν πολεμίων πληθύν, ἔσπευσε τὸ Ξύλον φανερώσαι, καὶ βοήσαι πρὸς αὺτὸ τοιαῦτα·

Χαῖρε, βουλῆς τῆς ἀῤῥήτου πέρας·
χαῖρε, λαοῦ ευσεβούντως κέρας.
Χαῖρε, πολεμίων ὁ τρέπων τὰς φάλαγγας·
χαῖρε, φλὸξ καθάπερ φλέγων τοὺς δαίμονας.
Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·
χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.
Χαῖρε, ὁ τῶν βαρβάρων τὴν ἀφρύν καταβάλλων·
χαῖρε, ὁ τῶν ἀνθρώπων τὰς ψυχὰς περιέπων.
Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·
χαῖρε, καλῶν πολλῶν βραβευτήριον.
Χαῖρε, δι’ οὗ Χριστοφόροι σκιρτῶσι·
χαῖρε, δι’ οὗ Ἰουδαῖοι θρηνοῦσι.

Χαῖρε, Ξύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου εγένετο· τοὺς πάντας ἀνάγων ἀπὸ γῆς πρὸς ὕψος οὐρανοῦ, τοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τὰ νῦν ὄντα ὡς μὴ ὄντα, καὶ εἰδότας ψάλλειν·

Ἀλληλούια.

Λάμψας φῶς ἐπὶ πᾶσιν, ὁ Σωτὴρ τοῖς ἐν ᾄδῃ ἐφώτισας τοὺς κάτω κειμένους πυλωροὶ δε ᾄδου τὴν αὐγὴν μὴ ἐνέγκαντες σου, ὡς νεκροὶ πεπτώκασιν, οἱ τούτων δε ῥυσθέντες, νῦν ὁρῶντες τὸν Σταυρὸν βοῶσι·

Χαῖρε, ἀνάστασις τεθνεώτων·
χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῶν ταμείων τοῦ ᾄδου ἡ κένωσις·
χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.
Χαῖρε, ῥάβδος ἡ ποντίσασα τὸν Αἰγύπτιον στρατόν·
χαῖρε αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.
Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·
χαῖρε, εὔοσμον ῥόδον, εὐσεβῶν εὐωδίᾳ.
Χαῖρε, τροφὴ πεινώντων ἐν πνεύματι·
χαῖρε, σφραγίς, ἣν ἔλαβον ἄνθρωποι.
Χαῖρε, Σταυρέ, μυστυρίων ἡ θύρα·
χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεία.

Χαῖρε, Ξύλον μακάριον.

Μέλλοντος Μωυσέως, τὸ πολύμοχθον γένος, λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ῥάβδος αὺτῷ, ἀλλ’ ἐγνώσθης τοῦτο καὶ Θεοῦ σύμβολον διόπερ κατεπλάγη σου Σταυρέ, τὴν δυναστείαν κράζων·

Ἀλληλούια.

Νόμον ὁ ἐν Σιναίω, τῷ Θεόπτῃ δοὺς πάλαι, Σταυρῶ ἐθελοντὶ προσηλοῦται, ὑπὲρ άνομων ἀνόμως ἀνδρών, καὶ κατάραν νόμου παλαιὰν ἔλυσεν, ἵνα Σταυροῦ τὴν δύναμιν ὁρῶντες, ἅπαντες νῦν, βοῶμεν·

Χαῖρε, ἀνόρθωσις πεπτοκότων·
χαῖρε, κατάπτωσις κοσμολάτρων.
Χαῖρε, Ἀναστάσεως Χριστοῦ τὸ ἐγκαίνισμα·
χαῖρε, μοναζόντων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ’ οὐ σκέπονται πιστοί·
χαῖρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῆ.
Χαῖρε, τῆς Βασιλείας κατ’ ἐχθρῶν συμμαχία·
χαῖρε, τῆς πολιτείας κραταιὰ προστασίᾳ.
Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·
χαῖρε, βροτῶν πταιόντων κατάκρισις.
Χαῖρε, Σταυρέ, ὀρφανῶν ἀντιλῆπτωρ·
χαῖρε, Σταυρέ, πλουτιστά τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τὸν νοῦν εἰς οὐρανὸν ἀνυψοῦντες, διὰ τοῦτο γὰρ ἐν τῷ Σταυρῶ ὁ Χριστὸς ἐπάγη, καὶ σαρκὶ πέπονθε, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὺτῷ βοῶντας·

Ἀλληλούια.

Ὅλος ἦλθεν ἐξ ὕψους, τὴν Θεότηταν ἔχων, ὁ μόνος προαιώνιος Λόγος, καὶ τεχθεὶς ἐκ Παρθένου Μητρός, καὶ φανεὶς τῷ κόσμῳ ταπεινὸς ἄνθρωπος, Σταυρὸν καταδεξάμενος, ἐζώωσε αὑτῷ βοῶντας·

Χαῖρε, Σταυρέ τῆς εἰρήνης ὅπλον·
χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων.
Χαῖρε, σῳζομένων σοφία καὶ στήριγμα·
χαῖρε, ἀπολλυμένων μωρία καὶ σύντριμμα.
Χαῖρε, εὔκαρπον, ἀθάνατον, καὶ ζωηφόρον φυτόν·
χαῖρε ἄνθος, ὅπερ ἤνθησε τὴν σωτηρίαν ἡμῶν.
Χαῖρε, ὅτι συνάπτεις τὰ ἐν γῆ σὺν τοῖς ἄνω·
χαῖρε, ὅτι φωτίζεις τὰς καρδίας τῶν κάτω.
Χαῖρε, δι’ οὗ φθορὰ ἐξωστράκισται·
χαῖρε, δι’ οὗ ἡ λύπη ἠφάνισται.
Χαῖρε, κάλων μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν μυριώνυμον εὖχος.

Χαῖρε, Ξύλον μακάριον.

Πέπτωκε τῶν δαιμόνων, ἡ παμβέβηλος φάλαγξ, καὶ γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τὸν Σταυρὸν παρὰ πάντων, μετὰ πόθου βλέποντες, ἀεὶ δε ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν·

Ἀλληλούια.

Ῥεύματα συνεστάλη, λογισμῶν κακοδόξων, παγέντος σου Χριστὲ ἐπὶ ξύλου, ἀποροῦσι γὰρ ὄντως τὸ πως καὶ Σταυρὸν ὑπέστης, καὶ φθορὰν πέφευγας, ἡμεῖς δε τὴν Ἀνάστασιν δοξάζοντες, ἀναβοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ τὸ ὕψος·
χαῖρε, προνοίας αὺτοῦ τὸ βάθος.
Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·
χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.
Χαῖρε, ὅτι τὴν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·
χαῖρε, ὅτι τὰ παθήματα ἀνακαινίζεις αὺτοῦ.
Χαῖρε, τῶν πρωτοπλάστων τὴν παράβασιν λύσας·
χαῖρε, τοῦ Παραδείσου τὰς εἰσόδους ἀνοίξας.
Χαῖρε, Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·
χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.
Χαῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων·
χαῖρε, ἀεὶ βοηθέ τῶν βοώντων.

Χαῖρε Ξύλον μακάριον.

Σώσει θέλων τῶν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρὸς αὺτὸν ἀποῤῥήτως καὶ Σταυρὸν ὑπέστη, Θεὸς ὢν, δι’ ἡμᾶς, τὰ πάντα καθ’ ἡμᾶς δέχεται διὸ καὶ λυτρωσάμενος ἡμᾶς, ἀκούει παρὰ πάντων·

Ἀλληλούια.

Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρὲ ζωηφόρε, ἀπόρθητον καὶ θεῖον νοοῦμεν, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατασκευάσας σε Ποιητής, τάννυσι τὰς χεῖρας, ξένον άκουσμα· καὶ ἅπαντας ἐκφωνεῖν διδάσκει·

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·
χαῖρε, τὸ νῖκος τῆς κληρουχίας.
Χαῖρε, ἀμαλήκ νοητὸν ὁ τροπούμενος·
χαῖρε, Ἰακώβ ταῖς χερσὶ προτυπούμενος.
Χαῖρε, σὺ γὰρ ἀνεμόρφωσας τὰς παλαιτάτας σκιάς·
χαῖρε, σὺ γὰρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.
Χαῖρε, ὁ τὸν Σωτῆρα τῶν ἁπάντων βαστάσα·
χαῖρε, ὁ τὸν φθορέα τῶν ψυχῶν καταργήσας.
Χαῖρε, δι’ οὗ Ἀγγέλοις ἡνώθημεν·
χαῖρε, δι’ οὗ φωτὶ κατηυγάσθημεν.
Χαῖρε, σε γὰρ προσκυνοῦμεν τιμῶντες·
χαῖρε, σοι γὰρ προσφωνοῦμεν βοῶντες.

Χαῖρε Ξύλον μακάριον.

Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθὺν καὶ γὰρ ἂν προσάξωμέν σοι, ὦ Σταυρὲ τίμιε, οὐδὲν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν ἀλλ’ οὖν βοῶμεν·

Ἀλληλούια.

Φωτοπάροχχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρὸς ὁ ζωοδώρητος οὗτος τὸ γὰρ ἄυλον δέδεκται φῶς, καὶ πρὸς γνῶσιν θείαν δᾳδουχεῖ άπαντας, ὑψοῖ δε νῦν ὑψούμενος τὸν νοῦν ἡμῶν, ἀναμέλπειν ταύτᾳ·

Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·
χαῖρε, ἀστήρ τὸν κόσμον αὐγάζων.
Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·
χαῖρε, ἡ βροντή, τοὺς ἀπίστους ἐκπλήττουσα.
Χαῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τοὺς χορούς·
χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς.
Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·
χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.
Χαῖρε, σαρκὸς σημαίνων τὴν νέκρωσιν·
χαῖρε, παθὼν ὁ κτείνων ἐπέγερσιν.
Χαῖρε, ἐν ὦ ὁ Χριστὸς ἐσταυρώθη·
χαῖρε, δι’ οὗ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε Ξύλον μακάριον.

Χάριν δοῦναι θελήσας, ὁ Χριστὸς τοῖς ἀνθρώποις, τὰς χεῖρας ἐπὶ ξύλου ἐκτείνει, καὶ τὰ ἔθνη πάντα συγκαλεῖ, καὶ βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τὸν ὕμνον ἐπαξίως, καὶ πιστῶς βοῶσιν·

Ἀλληλούια.

Ψάλλοντες σου τὸν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον ἐπὶ σοι γὰρ παγεὶς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταύτᾳ·

Χαῖρε, Σταυρέ, νοητὴ ῥομφαία·
χαῖρε, Ἁγίων ἅγιον βλέμμα.
Χαῖρε, Προφητῶν καὶ Δικαίων προκήρυγμα·
χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.
Χαῖρε, κάλλος καὶ διάδημα βασιλέων εὐσεβῶν·
χαῖρε, κράτος καὶ ὀχύρωμα ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·
χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.
Χαῖρε, φαιδρὸν ἁπάντων ἀγλάισμα·
χαῖρε, υἱῶν τῆς ἄγαρ φυγάδευμα.
Χαῖρε, φωτὸς ἀκηράτου λυχνία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε Ξύλον μακάριον.

Ὧ πανύμνητον Ξύλον, τὸ βαστάσαν τὸν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (τρὶς) δεδεγμένων ἡμῶν τὰ λιτάς, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας, καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς σοι βοῶντας·

Ἀλληλούια.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρόν τὸν ζωηφόρον ἐν φόβῳ καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὑτὸν τοιαῦτα·

Χαῖρε, Σταυρέ, οἰκουμένης φύλαξ·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·
χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.
Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·
χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.
Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·
χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.
Χαῖρε, κρατήρ τοῦ νέκταρος ἔμπλεως·
χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, δι’ οὗ εὐλογεῖται ἡ κτίσις·
χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε Ξύλον μακάριον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὧ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θεία σου ἀνυψώσει. Ἀλλ’ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι, τοῖς σοι κράζοντας Χαῖρε, Ξύλον μακάριον.