Ιερά Λείψανα του Αγίου Ανδρέα και Χαιρετισμοί στον Πρωτόκλητο των Αποστόλων
Τα δύο λείψανα του Αποστόλου Ανδρέα που παρουσιάζει εδώ η λειψανοθήκη έχουν μία ιδιαιτερότητα: σχετίζονται με τη ρωσική παρουσία στο Άγιον Όρος και συγκεκριμένα με τις πρώην ρωσικές σκήτες του Αποστόλου Ανδρέα και Προφήτου Ηλία.
Το πρώτο λείψανο είναι τμήμα της κάρας του Αποστόλου Ανδρέα και αποθησαυρίζεται στη Σκήτη του Αγίου Ανδρέα (Σεράι) Αγίου Όρους που βρίσκεται στην άκρη των Καρυών και υπάγεται στη Μονή Βατοπεδίου (ο επίσημος τίτλος της είναι: Ιερά Βατοπαιδινή Κοινοβιακή Σκήτη Αποστόλου Ανδρέου και Μεγάλου Αντωνίου).
Το δεύτερο λείψανο είναι το κάτω μέρος του αριστερού ποδιού του Αποστόλου Ανδρέα και προέρχεται από τη Σκήτη του Προφήτη Ηλία Αγίου Όρους (ο επίσημος τίτλος της είναι: Ιερά Παντοκρατορινή Κοινοβιακή Σκήτη Προφήτου Ηλία), αλλά σήμερα αποθησαυρίζεται στην Ιερά Πατριαρχική Μονή “Η Κοίμηση της Θεοτόκου” στην Οδησσό της Ουκρανίας. Το λείψανο είχε μαζί του στην Ουκρανία, τότε μέρος της Ρωσικής Αυτοκρατορίας, ο Όσιος Γαβριήλ ο Αθωνίτης (1849 – 1901), ηγούμενος της Σκήτης του Προφήτου Ηλία Αγίου Όρους (1887 -1901). Με την κοίμησή του στην Ουκρανία, το ιερό λείψανο παρέμεινε εκεί.
Τα δύο ιερά λείψανα φυλάσσονται σε δύο εξαιρετικές, ‘ομιλούσες” λειψανοθήκες.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ πρωτοκλήτῳ μαϑητῇ καὶ πρωτοκήρυκι, τῆς μακαρίας καὶ λαμπρᾶς φωνῆς εὐρήκαμεν, τὸν Μεσίαν Χριστὸν τὸν προκαταγγελθέντα, ἀναπέμψω μετ ᾠδὴν εὐχαριστήριον, ὅπως ῤύσηται κινδύνων καὶ κακώσεων, ἡμᾶς κράζοντας· χαῖρε μύστᾳ Πρωτόκλητε.
Οἰ Οἲκοι
Ἄνωϑεν ᾧ Ἀνδρέα ἐνεπνεύσϑη σοι χάρις, ἐκ τοῦ πατρὸς τῶν φώτων βοῆσαι· (ἐκ γ ), εὑρήκαμεν Χριστὸν τὸν Θεὸν ὃν ἐκήρυξας πᾶσι τοῖς ἔθνεσι, κραυγάζουσι καὶ μέλπουσιν· ἀπαύστως νῦν προς σὲ τοιαῦτα·
Χαῖρε, δι᾽ οὗ ἡ χαρὰ δωρεῖται·
Χαῖρε, δι᾿ οὗ ἡ ἀρὰ σοβεῖται.
Χαῖρε, τοῦ Δεσπότου Χριστοῦ ἡ προκήρυξις·
Χαῖρε, Ἀποστόλων ἁπάντων πρωτέρμαιον.
Χαῖρε, θεῖον Εὐαγγέλιον καταγγείλας τοῖς βροτοῖς·
Χαῖρε, κήρυγμα σωτήριον ὁ κηρύξας τοῖς λαοῖς.
Χαῖρε, ὁ ὅτι ὑπάρχεις Θεοῦ λόγου αὐτόπτην·
Χαῖρε, ὅτι ὡσαύτως ὡς αὐτὸς ἐσταυρώθης.
Χαῖρε, ἀστὴρ μηνύων τὸν ἥλιον·
Χαῖρε, φωστῆρ φωτίζον τὰ πέρατα.
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐκηρύχθη·
Χαῖρε, δι᾽ οὗ ὁ σατὰν κατηργήθη.
Χαῖρε μύστα Πρωτόκλητε.
Βλέπων ὁ Παντουργέτης τὸ γένος τῶν ἀνϑρώπων, ὀλλύμενον φθορᾶ ἀνενδότῳ προσελάβετο δούλου μορφήν, καὶ ἐνανϑρωπήσας σὺ ἐξελέξατο, αὐτῷ τὸν ὕμνον ἄληκτον, Πρωτόκλητε ἀναβοῶντα·
Ἀλληλούια.
Γνώσεως ἀποῤῤήτου ἐμυήθης βάϑη, φωτὶ προπελάσως ἀπροσίτῳ· κηρύγματος δὲ ταῖς αὐλαίς ὦ ϑεηγόρε Ἀνδρέα ἀπόστολε, ἐξεπαίδευσας ἅπαντας κραυγάζειν καὶ βοᾷν σοι οὕτω·
Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστης·
Χαῖρε, ῥοπῆς θεϊκῆς ἀλείπτης.
Χαῖρε, Ἀποστόλων τὸ θείον κειμήλιον·
Χαῖρε, Μαθητῶν τὸ σεπτὸν ἀκροθίνιον.
Χαῖρε, γλῶσσα ἡ κηρύξασα τὰ μεγαλεῖα τοῦ Θεοῦ·
Χαῖρε, λύρα ἀνακρούουσα τοῦ Παρακλήτου τᾶς πνοᾶς.
Χαῖρε, τῆς δωδεκάδος ἀπαρχὴ καὶ ἀκρότης·
Χαῖρε, τῆς μαθητείας κορωνὶς καὶ λαμπρότης.
Χαῖρε, ἐθνῶν ἁπάντων διδάσκαλε·
Χαῖρε, λαῶν ἀπείρων ἀμφίβληστρον.
Χαῖρε, σπινθὴρ μυθουργήματα φλέξας·
Χαῖρε, λουτὴρ ἁμαρτήματα πλύνων.
Χαῖρε μύστα Πρωτόκλητε.
Δύναμιν Παρακλήτου, ὑπεδέχϑης Πρωτόκλητε ϑεόπτα Ἀνδρέα, ἐν πυρίνῳ τῷ εἴδει σοφέ· δι᾿ ἧς πᾶσαν ἀϑεΐαν ἐνέπρησας· καὶ φωτὶ τῆς Τριάδος βοοτοῦς πάντας ἐδίδαξας ψάλλειν·
Ἀλληλούια.
Εὔρηκας θεηγόρε πρῶτος σὺ τὸν Μεσίαν, ὃν ἄνωϑεν πάντες οἱ προφῆται, ἐμπνεύσαντες Σωτῆρα Χριστὸν ποοκατήγγειλαν ποοφητικῶς χαίροντες· ὃν ἕνεκά σου εὔρομεν, ἡμεῖς σοι νῦν ἀναβοῶντες·
Χαῖρε, βλαστοῦ τῆς Παρθένου κλῆμα·
Χαῖρε, γλυκὺς τῆς ἀμπέλου βότρυς.
Χαῖρε, μιμητὰ τῶν παθῶν τὴς σταυρώσεως·
Χαῖρε, κοινωνὲ τῆς Χριστοῦ Ἀναστάσεως.
Χαῖρε, ἴνδαλμα καὶ τύπωμα παρθενίας καθαρόν·
Χαῖρε, ἄγαλμα ἀκίβδηλον σωφροσύνης ἀγλαόν.
Χαῖρε, ὅτι αὐγάζεις τὰς ψυχὰς τῶν ἐν σκότει·
Χαῖρε, ὅτι ἀνάγεις πρὸς ἀνέσπερον φέγγος.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, Θεοῦ παρεστὼς ἐν τῷ θρόνῳ·
Χαῖρε, ἡμῶν ὑπὲρ πάντων πρεσβεύων.
Χαῖρε μύστα Πρωτόκλητε.
Ζέων πόϑῳ Ἀνδρέα, μαϑεῖν ὁ ζωοδότης ποῦ μένει ὡς βροτός, ἐπηρώτας· ὁ δὲ ἄπλαστόν σε προειδώς, ἔλϑετε φησὶν ὑμεῖς καὶ ϑεάσασϑε· αὐτῷ ἔρωτι τέτρωσαι, αὐτῷ ἀκαταπαύστως κράζων·
Ἀλληλούια.
Ἤκουσας ὦ Ἀνδρέα τοῦ Προδρόμου βοῶντος· ἴδε ὁ ἀμνὸς ὁ αἴρων Κόσμου, τὰς ἁμαρτίας καὶ βαστάσας· καὶ προφρόνως τούτῳ ὡς Θεῷ ἔδραμες· ὃν τοῖς λαοῖς λαμπρῶς ἀνακηρύττεις παρ ὧν νῦν ἀκοῦεις·
Χαῖρε, τροφεῦ ἀμβροσίας θείας·
Χαῖρε, νομεῦ λογικῶν προβάτων.
Χαῖρε, τοῦ Προδρόμου σεπτὸν παιδαγωγημα·
Χαῖρε, τοῦ Σωτῆρος θερμὸν ἰχνηλάτημα.
Χαῖρε, μόνος σὺ Πρωτόκλητος ἐπὶ γῆς ἐπικληθείς·
Χαῖρε, λίθος ὁ θεμέλιος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, τῆς οὐρανίου βασιλείας πυλοῦχε·
Χαῖρε, ἄνθραξ λυχνίτα τῶν αὑτῆς πρωτοτόκων.
Χαῖρε, Χριστοῦ πιὼν τὸ ποτήριον·
Χαῖρε, παθὼν αὐτοῦ μιμητήριον.
Χαῖρε, δι᾽ οὗ ἀπηλάθη τὸ σκότος·
Χαῖρε, δι᾽ οὗ ἀντεισῆλθεν ἡ χάρις.
Χαῖρε μύστα Πρωτόκλητε.
Θεοφόνως ἐβόας τῷ συναίμονι Πέτρῳ· εὑρήκαμεν ὦ σύγγονε Σίμων, τὸν Μεσίαν Δεσπότην Χριστόν· ᾧ δὴ οὖν καρδίαν καὶ ψυχὴν οἴσωμεν, καὶ λάβωμεν οὐράνια δωρήματα, αὐτῷ βοῶντες·
Ἀλληλούια.
Ἴδον ϑέαμα ξένον, οἱ λαοὶ τὸν κταϑέντα, τῇ μόνῃ σου εὐχῇ ἐγερθέντα· καὶ Δεσπότου σὲ μύστην πιστόν, ἐγνωκότες Ἀνδρέα σοφέ, ἔπαυσαν αὐτῷ μὲν συνταγῆναι, σοὶ δὲ διηνεκῶς ἀναμέλπειν·
Χαῖρε, ἐώας ἀδύτου σέλας·
Χαῖρε, φωτὸς ἀνεσπέρου λάμψις.
Χαῖρε, τῶν εἰδώλων διώξας σκοτόμαιναν·
Χαῖρε, τῆς Τριάδος αὐγάσας τὴν ἔλλαμψιν.
Χαῖρε, νόμε θεοτύπωτε ἐξελθὼν ἐκ τῆς Σιών·
Χαῖρε, τόμε ϑεοχάρακτε ἐκπεμφθεὶς τοῖς ἐπὶ γῆς.
Χαῖρε, ὁ Μαξιμίλλαν σωφρονεῖν ἐκδιδάξας·
Χαῖρε, ὀ Στρατοκλέα τῆς ἀπάτης ἐξάξας.
Χαῖρε, τοῦ Αἰγεά τοῦ ὁ ἔλεγχος·
Χαῖρε, εἰδωλαπάτης ὁ πέλεκυς.
Χαῖρε, ἐθνῶν ἁλιεῦ καὶ σαγήνη·
Χαῖρε, φρουρὲ καὶ κοινὲ εὐεργέτα.
Χαῖρε μύστα Πρωτόκλητε.
Κῆρυξ ἐϑνῶν ἁπάντων, γεγονὼς ᾧ Ἀνδρέα ἐπέστρεψὰς πρὸς ϑεογνωσίαν τοὺς κεκρατημένους τῷ βυθῷ, τῆς εἰδωλαπάτης καὶ ζοφώσεως· οἵγε νῦν τὴν ἀπάτην ἐκλιπόντες, τῷ Θεῷ βοῶσιν·
Ἀλληλούια.
Λάμψας φῶς τοῖς ἐν σκότει, τὸν Χριστὸν ὦ Ἀνδρέα, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ πνεύματα ἐν βωμοῖς, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν ὄλλυντο· οἱ τούτων δὲ ῥυσϑέντες, ταῦτά σοι ποοσφονοῦμεν πόϑῳ·
Χαῖρε, ἀνόρθωσις πεπτωκότων·
Χαῖρε, παράκλησις λυπουμένων.
Χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις·
Χαῖρε, δισταζόντων στερέμνιος ἄγκυρα.
Χαῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν·
Χαῖρε, θάλαμον πρὸς ἄφθαρτον ἄγων πάντα τὸν λαόν.
Χαῖρε, ἡ τῶν νοσούντων ταχυτάτη ὑγίεια·
Χαῖρε, τῶν κατεχόντων ἄμισθος θεραπεία.
Χαῖρε, τοῖς πᾶσι νέμων συγχώρησιν·
Χαῖρε, χαρᾶς βραβεύων δωρήματα.
Χαῖρε, τὸ φῶς τῶν ἐσκοτισμένων·
Χαῖρε, πυρσὸς τῶν κυμαινομένων.
Χαῖρε μύστα Πρωτόκλητε.
Μέλλοντός σου Ἀνδρέα τῷ Σταυρῷ ὑψωϑῆναι εὐφήμησας ἐγκωμίοις θείοις, καὶ ἐνδόξοις λογίοις σοφὲ ἐπαινέσας, τούτου εὐκλεῶς ὕμνησας, ὡς ὄντα σωτηρίας πάντων πρόξενον, ϑεόπτα κράζων·
Ἀλληλούια.
Νόμος ὥσπερ ἐξ ὄρους, ἐκ Σιὼν ἀπεστάλης, θεοχάρακτος πᾶσιν Ἀνδρέα, τοῖς ἐν σκότει κεμένοις λαοίς· καὶ ῥυϑμίσας τούτους πρὸς ϑεοσέβειαν, σημείοις τε καὶ θαύμασιν, ἐξέπληξας βοᾷν σοι τάδε·
Χαῖρε, τὸ κλέος τῆς ἀγλαΐας·
Χαῖρε, τὸ κάλλος τῆς εὐπρεπείας.
Χαῖρε, τροπαιούχων λάμπρον τροπαίου ὀχῆμα·
Χαῖρε, τῶν στεφάνων διάδημα ἐξοχον.
Χαῖρε, στόμα διηγούμενον δόξαν ἄῤῥητον Θεού·
Χαῖρε, ὄμμα αὐγαζόμενον Τρισηλίου ἐξ αὐγῆς.
Χαῖρε, ὁ εὐχη μόνῃ τὸν νεκρὸν ἀναστήσας·
Χαῖρε, ὁ ζῶντα τοῦτον τῇ μὴτρὶ παραστήσας.
Χαῖρε, αὐγὴ ἡλίου μηνύτρια·
Χαῖρε, κραυγὴ βοῶσα εὑρήκαμεν.
Χαῖρε, Χριστὸν τὸν ποθούμενον πᾶσιν·
Χαῖρε, ἡμῖν σὲ ἐξόχως τιμῶσιν.
Χαῖρε μύστα Πρωτόκλητε.
Ξενωθέντα τὰ ἔθνη, ἐντολῶν τοῦ Δεσπότου, οἰκείωσας Θεῷ ὦ Ἀνδρέα, ταῖς σαῖς διδασκαλίαις καὶ διδαχαῖς· καὶ βιοῦν εὐϑύμως βιωτὴν ἄμεμπτον, ἐδίδαξας τὸν ὕμνον ἀναμέλπειν ἀὐτῷ εὐχαρίστως·
Ἀλληλούια.
Οὐρανὸς ἀνεδείχϑης. νοητὸς Θεοῦ δόξαν, Ἀνδρέα διηγούμενος πᾶσιν· ὁ δὲ φϑόγγος εἰς πᾶσαν γὴν ὁ ἐξἤλϑε κηρύττων Τριάδα ἄκτιστον, καὶ Θεοῦ υἱὸν τὸν τον τοῖς ἔϑνεσιν οὕτω βοῶσι·
Χαῖρε, τοῦ Κορυφαίου ὁμαίμων·
Χαῖρε, τῶν Ἀποστόλων ἀκρέμων.
Χαῖρε, ὀ τὸν Μεσίαν πρῶτος Εὐράμενος·
Χαῖρε, ὀ τῶ συγγόνω καταγγειλάμενος.
Χαῖρε, ἔσοπτρον λαμπόμενον τῆς Τριάδος ταῖς αὐγαῖς·
Χαῖρε, ὄχημα ἀγόμενον ταῖς τοῦ Πνεύματος βουλαῖς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς παραινέτης·
Χαῖρε, εὐθυμοσύνης ὁ σοφὸς εἰσηγήτωρ.
Χαῖρε, δι’ οὗ ἡ πλάνη σεσόβηται·
Χαῖρε, δι’ οὗ Τριὰς καταγγέλλεται.
Χαῖρε, πρηστὴρ καυστικὲ τῆς ἀπάτης·
Χαῖρε, κρατὴρ ἀμόβρσίας ἀῤῥήτου.
Χαῖρε μύστα Πρωτόκλητε.
Πᾶσα τάξις ἀνϑρώπων, ξενηκούσϑη τὸ μέγα, τοῦ ἐνϑέου κηρύγματος ἔργον· τὸν ἀκατάληπτον γὰρ θεόν, καθ’ ἡμᾶς γενέσθαι προσιτὸν ἄνϑρωπον, σοῦ κηρύττοντος ἔνδοξε, ἀκούοντες ἔψαλλον γεγηθότες·
Ἀλληλούια.
Ῥήτορας μυϑολόγους, ὡς ἀϑυρματολόγους ἔδειξας θεηγόρε Ἀνδρέα, τῇ ϑεοσοφίᾳ στομωϑείς, καὶ πυρίνη γλώοσσῃ τοῦ ϑείου πνεύματος, ἐγείρων τοὺς πιστεύοντος, βοᾶν σοι ὁλοψύχως ταῦτα·
Χαῖρε, τοῦ Σωτῆρος σταυροῦ ὁ τύπος·
Χαῖρε, παϑημάτων αὐτοῦ ὁ τίτλος.
Χαῖρε, ψευδωνύμου σοφίας ὁ ἔλεγχος·
Χαῖρε, φληναφείας ῥητόρων στηλίτευσις.
Χαῖρε, ὅτι κατελύθησαν τῶν εἰδώλων οἱ βωμοί·
Χαῖρε, ὅτι κατηργήθησαν τῶν Ἐλλήνων ῥαψῳδοι.
Χαῖρε, τὸ τῆς ἀνδρείας ἀνδριώνυμον κράτος·
Χαῖρε, τῆς ἀπαθείας τὸ περίβλεπτον ὕψος.
Χαῖρε, θεσμὸς συγγόνου τῆς φύσεως·
Χαῖρε, εἰρμὸς φιλίας καὶ σύνδεσμος.
Χαῖρε, στοργὴ φιλοστόργων ἁπάντων·
Χαῖρε, ῥυθμὸς τοῦ χοροῦ Ἀποστόλων.
Χαῖρε μύστα Πρωτόκλητε.
Σέλας ἡλίου δίκην, Ἡστραψᾶς ᾧ Ἀνδρέα, κηρύγματος τὰς ϑείας ἀκτίνας· καὶ τῆς εἰδωλαπάτης τὴν ἰσχύν, κραταιῶς ἀπήλασας ὡς ἀνίσχυρον· ἡμᾶς δὲ καϑωδήγησας τῷ Θεῷ τῶν ὅλων κραυγάζειν·
Άλληλούια.
Τύπος τῶν παϑημάτων τοῦ Σωτῆρος ἐγένου, Ἀπόστολὲ ϑεόπτα Ἀνδρέα· Σταυρῷ γὰρ ὑψωϑεὶς τὸν Χριστὸν ἐκμιμησάμενος, πάντας ἐζώγρησας πρὸς πίστιν τὴν ἀκίβδηλον, καὶ τούτους σοι προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς εὐσεβείας·
Χαῖρε, ἡ κρήνη τὴς εὐποιίας.
Χαῖρε, οὐρανὲ Θεοῦ δόξαν φθεγγόμενε·
Χαῖρε, ποταμὲ χαρισμάτων τοῦ πνεύματος.
Χαῖρε, ὅτι πρῶτος ηὔγασας ἐν Βυζαντίῳ τὸ φῶς·
Χαῖρε, ὅτι πρῶτος ἤγειρας τῇ Θεοτόκῳ ναόν.
Χαῖρε, λαμπρὰ φιάλῃ, θεῖον μῦρον κενοῦσα·
Χαῖρε, ὑγρὰ νεφέλη θεῖον μῦρον ὁμβροῦσα.
Χαῖρε, λαμπὰς πιστοὺς καταλάμπουσα·
Χαῖρε, Δυὰς μυστῶν ἡ πρωτόθρονος.
Χαῖρε, ἐσθὴς ἀμφιάσεως θείας·
Χαῖρε, στολὴ τῆς παλλιγενεσίας.
Χαῖρε μύστα Πρωτόκλητε.
Ὕμνος ποῖος ἀρκέσει, ἀφικέσθαι τοῦ ὕψους τῆς σῆς ἁγιωσύνης Ἀνδρέα, ᾗ ὑμνήσει τὶς τῶν γηγενῶν, ὃν ὁ Δεσπότης πάντων Χριστὸς σὲ ἐμακάρισεν· ἀλλ᾽ οὖν τὸν πόθον δέδεξο ἡμῶν τῶν μετὰ σοῦ βοώντων·
Ἀλληλούια.
Φῶς τὸ πρῶτόν σε μάκαρ, ἐκ Παρϑένου ἐκλάμψαν, φῶς δεύτερον ἀνέδειξε Κόσμῳ, ταῖς φαεινοτάταις ἀστραπαῖς, τῆς θεογνωσίας, αὐγάζον ἅπαντας, καὶ διεγεῖρον ὕμνοις σε, χαριστηρίοις ἀναμέλπειν·
Χαῖρε, ἰσχὺς τῶν κατεῤῥαγμένων·
Χαῖρε, ἐλπὶς τῶν ἀπεγνωσμένων.
Χαῖρε, πνοὴ τὴν θείαν γνῶσιν ἐμπνεουσα·
Χαῖρε, ἀλκὴ τὴν θείαν ῥῶσιν παρέχουσα.
Χαῖρε, ὅτι κατεστόρεσας ἀταξίας τῶν ἐθνῶν·
Χαῖρε, ὅτι κατεκόσμησας τὸ πολίτευμα αὐτῶν.
Χαῖρε, θεῖον ταμεῖον μυστηρίων ἀῤῥήτων·
Χαῖρε, ὄντως δοχεῖον τῶν Θεοῦ ἀποκρύφων.
Χαῖρε, βροντὴ ἡχοῦσα τὰ πέρατα.
Χαῖρε, δι οὗ γηγενεῖς οὐρανοῦνται·
Χαῖρε, δι᾿ οὗ ἡ Τριὰς προσκυνεῖται.
Χαῖρε μύστα Πρωτόκλητε.
Χαίροις ἀνεκλαλήτως, ἐν ὑψίστοις Ἀνδρέᾳ, Χριστῷ τῷ ποϑητῷ διδασκάλῳ, οἷα Θεὸς ἀμέσως Θεῷ, τῷ φύσει ὁ θέσει νῦν παριστάμενος, καὶ δόξης ἐμφορούμενος ϑεὰρχικῆς, βοῶν ἀπαύστως·
Ἀλληλούια.
Ψάλλοντές σοι τὸν ὕμνον, ἀνυμνοῦμέν σε πάντες, ἀπόστολε ϑεόπτα Ἀνδρέα· ὁ γὰρ Χριστὸς οἰκείαν τιμήν, τὴν σὴν ὄντως ἐκδεχόμενος Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·
Χαῖρε, σφραγὶς τῆς ἀγιωσύνης·
Χαῖρε, κρηπὶς θεοῤῥημοσύνης.
Χαῖρε, νυμφοστόλε ὠραῖε τῆς χάριτος·
Χαῖρε, θεηγόρε τῆς θείας σαρκώσεως.
Χαῖρε, πᾶσι τὸ σωτήριον τοῦ Θεοῦ Λόγου εἰπών·
Χαῖρε, πλάνης τὴν σκοτόμαιναν κατὰ κράτος καθελών.
Χαῖρε, τῆς οἰκουμένης ὁ ἀκοίμητος πρέσβυς·
Χαῖρε, Πατραχαΐας πολιοῦχος καὶ φὑλαξ.
Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα·
Χαῖρε, παντὸς τοῦ Κόσμου ἀγλάϊσμα.
Χαῖρε, κοινὲ πρεσβευτὰ καὶ μεσίτα·
Χαῖρε ἐμοῦ ἐξαιρέτως προστάτα.
Χαῖρε μύστα Πρωτόκλητε.
Ὦ Πρωτόκλητε πάντων, Μαϑητῶν Ἀποστόλων, ἀπόστολε ϑεόπτα Ἀνδρέα, ἐφύμνιον τοῦτο τὸ βουχύ, ὡς τὰ τῆς χήρας δύω λεπτὰ πρόσδεξαι, καὶ τῆς μελλούσης ῥῦσαί με κολάσεως, Θεῷ βοῶντα·
Ἀλληλούια.
Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ Πρωτοκλήτῳ μαϑητῆ καὶ πρωτοκήρυκι, τῆς μακαρίας καὶ λαμπρᾶς φωνῆς εὐρήκαμεν, τὸν Μεσίαν Χριστὸν τὸν προκαταγγελθέντα, ἀναπέμψω μετ ᾠδὴν εὐχαριστήριον, ὅπως ῤύσηται κινδύνων καὶ κακώσεων, ἡμᾶς κράζοντας· χαῖρε μύστᾳ Πρωτόκλητε.