• CO.7881555
    Σημαία Βορείου Ηπείρου
    Από ειδικό πολυεστερικό σημαιόπανο με διπλές ραφές Σημαία των Ελλήνων της Βορείου Ηπείρου. Υψώθηκε το...
  • PD.978-618-5573-07-2
    Ευλογημένο καταφύγιο
    Συγγραφέας: Φώτης Κόντογλου Αριθμός σελίδων 376 Διαστάσεις 21x14 "Οι άνθρωποι βρίσκονται σε ακατάπαυστη...

Ο Παρακλητικός Κανόνας του Αγίου Παρθενίου για τους καρκινοπαθείς αδελφούς μας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

† Εορτάζεται στις 7 Φεβρουάριου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε, ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἡμᾶς, τοὺς σὲ μεσίτην, πρὸς Κύριον ἔχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Παθῶν Παρθένιε ἡμᾶς ῥῦσαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τῇ θερμῇ σου ἐπισκοπῇ, προστρέχω δεόμενος ῥυσθῆναι, τῆς χαλεπῆς με Παρθένιε θλίψεως.

Ἀγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καὶ ἀπᾴσῃς ἐπιβουλῆς, ἡμᾶς ἀνωτέρους διατηρεῖ, ταῖς σαῖς πρεσβείαις Παρθένιε ὅσιε.

Θεράπευσον Πάτερ ὡς συμπαθής, ἡμῶν τὴν ὀδύνην, τὴν συνέχουσαν τὴν ζωήν, ἡμῶν Ἱεράρχα καὶ εἰρήνην, αἰτεῖ ἡμῖν καὶ πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καὶ πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτῳ ψυχῇ προσιόντων σοι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ποικίλων, καὶ χαλεπῶν θλίψεων, ὥσπερ ἐλυτρώσω θεόφρον, τοὺς προσιόντας σοι, οὕτως ἀπάλλαξον, πάσης ἀνάγκης καὶ λύπης, ἅγιε Παρθένιε, τοὺς σὲ γεραίνοντας.

Πῦρ ὁ λόγος σου ὤφθη, ὡς ἀληθῶς Ὅσιε, φλέγων τῶν δαιμόνων τὰ σμήνη, δυνάμει κρείττονι ὅθεν κατάφλεξον, τὴν τῶν παθῶν ἡμῶν ὕλην, ἄνθραξι Παρθένιε, τῆς προστασίας σου.

Ἀπερίτρεπτον τεῖχος, καὶ ἀῤῥαγὲς ἔρεισμα, καὶ καταφυγὴ ἐν ἀνάγκαις, καὶ περιστάσεσι, γενοῦ Παρθένιε, τοῖς ὁλοτρόπω καρδίᾳ σπεύδουσιν ἑκάστοτε, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.
Ῥάβδος ὤφθης ἁγία, ἄνθος Χριστὸν φέρουσα, ὥσπερ Ἠσαΐας προέφη, Ἁγίῳ Πνεύματι, κόρη Πανύμνητε διὸ τῇ σῇ εὐωδίᾳ, τὸ δυσῶδες σκέδασον, τῆς διανοίας μου.

Διάσωσον θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.
Λαμψάκου ποιμὴν ἐδείχθης ἐνθεώτατος, καὶ πάντας σοφέ, ἐξέπληξας τοῖς θαύμασι καὶ νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τῇ σκέπῃ σου, καὶ τὸν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, οἵᾳπερ θεράπων Χριστοῦ θερμότατος, ἀπαλλάττειν τὴν ζωὴν ἡμῶν, Πάτερ μὴ ἐλλίπης πάσης θλίψεως.

Ἐπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε, κεκτημένους Πάτερ πρὸς τὸν Κύριον.

Νεκρωθέντας ὡς ἤγειρας, τῇ ζωοποιῷ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθεῖσαν Πάτερ τὴν καρδίαν μου.

Θεοτοκίον.
Ἰησοῦν τὸν πανάγαθον, ὃν ἀκαταλήπτως Κόρη ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σὴν προστασίαν οὗ πτοούμεθα, τῶν δαιμόνων καθ’ ἡμῶν τὰς προσβολὰς διὰ τοῦτο σοι προστρέχομεν Παρθένιε.

Ἤστραψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἡμῶν Παρθένιε πανθαύμαστε.

Μέγας ἀρωγὸς ἀνεδείχθης ἡμῶν Ἅγιε διὰ τοῦτο σου δεόμεθα θερμῶς, ἐξελοῦ ἡμᾶς στενώσεων καὶ θλίψεων.

Θεοτόκιον.
Ἄχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς παντοίων πειρασμῶν, οἷα Μήτηρ τοῦ Θεοῦ ἡμῶν φιλάγαθος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων, ἴασαι Πάτερ τοὺς πόνους, τῶν πρὸς σὲ μετὰ σπουδῆς προσιόντων, καὶ τῶν ψυχῶν ἀθυμίας τὸ βάρος, τὸ καταθλῖβον ἡμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Ῥυσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καὶ ἁπάσης ἀπειλῆς καὶ μανίας, καὶ πικροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Παρθένιε ὅτι μεγίστην πρὸς αὐτόν, παῤῥησίαν πλουτεῖς ἱερώτατε.

Ὑπάρχων θεοειδὴς Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καὶ θλιβομένων θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατὴρ τῶν δαιμόνων Παρθένιε διὸ τῆς σῆς δίδου ἡμῖν, ἀρωγῆς καθ’ ἑκάστην τὰς χάριτας.

Θεοτοκίον.
Σὲ πάντες, καταφυγὴν ἐν ἀνάγκαις, καὶ βοήθειαν Παρθένε πλουτοῦντες, πάσης ἀνάγκης ἐν βίῳ καὶ ζάλης, τῇ χάριτι σου ταχέως λυτρούμεθα, θεοκυῆτορ Μαριάμ, διὰ τοῦτο ἀεὶ σὲ δοξάζομεν.

Διάσωσον θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου Πάτερ πυρσεύμασιν, ἀποδιώκεις παθῶν τὴν σκοτόμαιναν καὶ ῥῶσιν καὶ χάριν οὐράνιον, καὶ εὐφροσύνην παρέχεις Παρθένιε, ἡμῖν τοῖς ἐκ πόθου τιμῶσί σε.

Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1, 5 – 8 ).
Τῷ καιρῷ εκείνω· προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θαύμασιν ἐκόσμησας τὴν σὴν ζωὴν Ἱεράρχα, καὶ πολλοὺς διέσωσας, λύμης τοῦ ἀλάστορος ὡς φιλάγαθος δαψιλῶς πᾶσι γὰρ νέμεις τὰς ἰάσεις διὰ τοῦτο σοῦ δεόμεθα· ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ ἄχθος τὸ τῶν θλίψεων, θᾶττον ἀφ’ ἡμῶν διασκέδασον, εἰρήνην παρέχων, ἡμῖν καὶ εὐφροσύνην ἀληθῇ, πάτερ παμμάκαρ Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων πνευμάτων, ὡς καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, οὕτω τῆς ἐπηρείας, αὑτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τοὺς σὲ ὑμνολογοῦντας.

Ἱλασμὸν ἡμῖν αἴτει, καὶ δεινῶν συντριμμάτων τὴν ἐπανόρθωσιν, καὶ βίου εὐπραγίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ ὅσιε, τοῖς προσιοῦσιν ἀεί, τῇ σῇ σεπτῇ πρεσβείᾳ.

Γεωργεῖν μετανοίας, τοὺς καρπούς με ἐνίσχυσον Πάτερ ὅσιε, ὡς ἂν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ ζωῆς τύχω κρείττονος, Παρθένιε ἱερέ, διὰ τῶν πρεσβειῶν σου.

Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίληπτον, χειρῶν με τοῦ βελίαρ, ἀπάλλαξον ἐν τάχει, καὶ Θεῷ με οίκείωσαι, δι’ ἐναρέτου ζωῆς, Παρθένε θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ καταύγασον φωτὶ τῆς μετανοίας, τὴν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.

Ἀπὸ σκανδάλων, καὶ μαγγανείας καὶ πλάνης, διαφύλαττε Παρθένιε ἀτρώτους, τοὺς ἐπιζητοῦντας, τὴν σὴν ἐπιστασίαν.

Σωματικῶν με, καὶ ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὃ καρκίνου πάθος, τῷ λόγῳ θεραπεύσας.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων θαυμασίων, αὐτουργὸς ὑπάρχων, μὴ διαλίπῃς παρέχειν ἑκάστοτε, ἐνὶ ἑκάστῳ Παρθένιε τὰ αἰτήματα.

Ὁ θεῖος τῆς Λαμψάκου, καὶ κλεινὸς ποιμάντωρ, θαυματουργὲ ἱεράρχα Παρθένιε, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.

Ὑψίστου νῦν τῷ θρόνῳ, παρεσχὼς παμμάκαρ, ἱκετηρίους ἀπαύστως προσάγαγε, ὑπὲρ ἁπάντων δεήσεις, τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον τῶν γηίνων, ὡς Ὑπερτέρᾳ ἁπάσης τῆς κτίσεως, θεοκυῆτορ Παρθένε, ἵνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Λαμψάκου θεῖος πυρσός, ὁ καταπυρσεύων, ἐν τοῖς θαύμασι πᾶσαν γῆν, χαίροις ὁ διώκων παθῶν καὶ νοσημάτων καὶ τῶν δαιμόνων ζόφον, πάτερ Παρθένιε.

Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπὸ παιδός, καὶ τοῖς θαύμασι σου πολλοὺς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, πάτερ Παρθένιε.

Ῥῦσαι μαγγανείας τῆς χαλεπῆς, καὶ πάσης μαγείας, ἐνεργείᾳ τῇ τοῦ ἐχθροῦ, καὶ ἄτρωτον τήρει, ἡμῶν τὸν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Νόσους θεραπεύεις ὀδυνηρᾶς, καὶ καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἡμῖν ῥῶσιν, ἐν βίῳ καὶ ὑγίειαν, Παρθένιε παμμάκαρ, τῇ ἀντιλήψει σου.

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερὸν χαίροις τῶν θαυμάτων ἡ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἡμῶν βοήθεια.

Μὴ ἐλλιπὴς Πάτερ ἐκδυσωπεῖν, τὸν πάντων Δεσπότην, τοῦ διδόναι ἡμῖν ἀεί, ἄφεσιν πταισμάτων καὶ πᾶσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὡς συμπαθέστατος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖος Ἱεράρχης πεφηνώς, καὶ θαυμάτων πλήθει ἐμπρέψας, πάτερ Παρθένιε, πάσης περιστάσεως καὶ ἀλγηδόνος πικρᾶς, καὶ δαιμόνων κακώσεως καὶ δολοπλοκίας, καὶ μαγείας λύτρωσαι τοὺς προσιόντας σοι, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς τὸν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τὰ αἰτήματα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.