Παράκληση στον Άγιο Εφραίμ Κατουνακιώτη

Παράκληση στον Άγιο Εφραίμ Κατουνακιώτη

Παράκληση στον Άγιο Εφραίμ Κατουνακιώτη

Παράκληση στον Άγιο Εφραίμ Κατουνακιώτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡσυχαστὴν Κατουνακίων θεόπνουν, καρδιακῆς εὐχῆς ἐργάτην, ἐν ὕμνοις, ὑπακοῆς ἀρχέτυπον, νηστείας πυρσόν, τὸν γονάτων κλίσεσι καὶ σαρκὸς κακουχίαις, εἰς ἐπάλξεις φθάσαντα, ἀπαθείας ὡς θεῖον ἡμῶν πρὸς Κτίστην πρέσβυν καὶ φρουρὸν ταχὺν ἐν βίῳ, Ἐφραίμ, εὐφημήσωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐφραίμ, εὔφρανον ἡμᾶς εὐχῶν σου ἄρτῳ. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐφραίμ, ὁσιώτατε ἀσκητά, τῶν Κατουνακίων, ὁ θεόπνουν ἡσυχαστής, δυσώπει Χριστὸν ὑπὲρ ἁπάντων, τῇ χάριτί σου σπευδόντων ἀείποτε.

Φωτὸς τοῦ ἀύλου μαρμαρυγαῖς, λαμπόμενος ἄρτι κατεφώτισας ἀσκητῶν, χορείας, Ἐφραὶμ πνευματοφόρε, ἡμῶν παθῶν ὁ σκεδάζων τὴν ζόφωσιν.

Ῥανίσι δακρύων σου ἀσκητά, τῶν Κατουνακίων, ὁ πιάνας κλιτῦς Ἐφραίμ, δὸς δάκρυα πᾶσι μετανοίας, τοῖς σὲ τιμῶσιν ὡς Ἄθωνος σέμνωμα.

Θεοτοκίον.
Ἁγνὴ Θεοτόκε σεπτοῦ Ἐφραὶμ, λιταῖς ἐκδυσώπει, τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, ὡς πρέσβειραν σὲ μεγαλυνόντων, πρὸς τὸν εὐίλατον Κτίστην καὶ Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύων μὴ παύσῃ ὑπὲρ ἡμῶν, Ἄθωνος, ἀσκητὰ Ἐφραὶμ τῶν τιμώντων, ἄμεμπτον βίον σου, ἀσκητικὴν ἀγωγήν, ὑπακοήν, ἀκτησίαν, νῆψιν καὶ ἀπάθειαν, πάτερ ἰσάγγελε.

Μονοτρόπων φαιδρότης, Ἀθωνιτῶν κλέισμα, τῶν Θηβῶν Ἀμπελοχωρίου, τίμιον βλάστημα, ὁ ἀνελθὼν ταπεινῶς, τῆς ἀρετῆς τὰς βαθμίδας, ἐναρέτου δεῖξόν μοι τρίβον τὴν σῴζουσαν.

Εἵλκυσέ σε ἡ χάρις τοῦ πανσθενοῦς Πνεύματος, εἰς τὰ Κατουνάκια πάτερ, ἔνθα ἰσάγγελος, δι’ ἀκραιφνοῦς ἀγωγῆς, Ἐφραὶμ θεόσοφε, ὤφθης, φύλαξ ἐναργέστατε τῶν προσιόντων σοι.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ἐν πειρασμοῖς Δέσποινα, σπεῦσον βοηθῆσαι σοῖς δούλοις, θείαις ἐντεύξεσι, τοῦ πανοσίου Ἐφραίμ, ἄρτι ἐν Ὄρει Ἁγίῳ σῷ Υἱῷ ἀσκήσεσιν εὐαρεστήσαντος.

Διάσωσον, Κατουνακίων οἰκῆτορ, Ἐφραὶμ θεόφρον, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ στενώσεων τοὺς πίστει προστρέχοντας χάριτί σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς ἐραστὴν καρδιακῆς μυράλειπτρον, Ἐφραίμ, ἀσκητὴν Κατουνακίων ὅσιον, ἐπαρθέντα μέλψωμεν ἀρετῆς εἰς ἐπάλξεις καὶ νήψεως, ὡς ἰατρὸν νοσούντων ἀλγεινῶς καὶ πρέσβυν πρὸς Κύριον διάθερμον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φώτισόν μου τὴν ζόφωσιν τῶν παραπτωμάτων, Ἐφραὶμ πυρσεύμασι, σῶν θεοπειθῶν δεήσεων, ἄστρον ὄρους Ἄθωνος νεόφωτον.

Ῥαντισμῷ καθαγίασον, σῶν πνευματοφόρε Ἐφραὶμ δεήσεων, ἐν Κατουνακίοις σπεύδοντας θήκην κατασπάσασθαι λειψάνων σου.

Ἀσκητὰ ἐνθεώτατε, ἐν Κατουνακίοις Ἐφραὶμ ὁ κλίμακα, ἀναβὰς εὐαρεστήσεως, τῷ Θεῷ ὁδήγει με πρὸς θέωσιν.

Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας σου κατ’ ἐχθρῶν ἀνάδειξον, Μητροπάρθενε ἀοράτων ὅπλοις πίστεως, καὶ λιταῖς Ἐφραὶμ τοῦ οὐρανόφρονος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅσιε Χριστοῦ, ὁ αἰσχύνας τὸν παμβέβηλον ἀγωγῇ σου θεαρέστῳ, τὰς αὐτοῦ δὸς κἀμοί, Ἐφραίμ, συντρίψαι τὰ τοξεύματα.

Νῦν ὡς τοῦ Θεοῦ, ἐκλεκτὸν ἱερομόναχον, σὲ γεραίροντες Ἐφραὶμ τὰς πρὸς Θεὸν ἐκδεχόμεθα δεήσεις σου, ἰσάγγελε.

ᾜσχυνας Ἐφραίμ, τῶν γονάτων σου ταῖς κλίσεσι, προσευχῇ συντόνῳ καὶ ὑπακοῇ τὸν μισόκαλον, ἡμῶν ὃν πόῤῥῳ δίωξον.

Θεοτοκίον.
Μέμνησο ἡμῶν, ἀκλινῶς μακαριζόντων σε, Θεοτόκε, ὡς διάσωσμα πιστῶν, καὶ Ἐφραὶμ καρδίας θεῖον ἐγκαλλώπισμα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀξίωσον, οὐρανῶν σκηνώσεων, οἰκιστὰς τοὺς σὲ τιμῶντας γενέσθαι, Κατουνακίων, Ἐφραίμ, κοσμιότης, ὁ κληρονόμος τοῦ πόλου γενόμενος, ὡς ἀσκητὴς θεοειδής, ταπεινώσει καὶ νήψει λαμπόμενος.

Συντόνοις σου, πόνοις, ὁσιώτατε, κατεμάρανας σαρκὸς τὰς ὀρέξεις, ὑπακοῇ, σιωπῇ, ἡσυχίᾳ, Ἐφραὶμ σεπτέ, καὶ νηστείᾳ, πανόλβιε, καὶ χάριν εἴληφας παθῶν, καταστέλλειν κινήσεις προσφύγων σου.

Ἐξάρπασον, ἐκ φθορᾶς ἱκέτας σου, Ἰωσὴφ Ἡσυχαστοῦ ὁ τῶν τρόπων, καὶ Δανιὴλ τοῦ ἐν Κατουνακίοις, Ἐφραὶμ θεόφρον, ὁμόζηλε, κράζομεν, Χριστῷ ὁ μόνον ὁμιλεῖν, καθ’ ἑκάστην ποθήσας ἐν βίῳ σου.

Θεοτοκίον.
Ὑπέραγνε, Μῆτερ τοῦ Παντάνακτος, ἐπευλόγει οὐρανόθεν σοὺς δούλους, καὶ καθαγίαζε πάντας ἐκθύμως, σὲ μεγαλύνοντας κόσμου ὡς στήριγμα, Ἐφραὶμ δεήσεσι θερμαῖς, ἁγιάσαντος δάκρυσιν Ἄθωνα.

Διάσωσον, Κατουνακίων οἰκῆτορ, Ἐφραὶμ θεόφρον, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ στενώσεων τοὺς πίστει προστρέχοντας χάριτί σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Κατουνακίων τὸ ἔμπνουν θησαύρισμα, Ἐφραίμ, εὐχῆς, ἡσυχίας καὶ νήψεως, τὸν ἐραστὴν εὐσχημόνως τιμήσωμεν καὶ τὰς πρεσβείας αὐτοῦ ἐκζητήσωμεν ἵνα εἰς ὕψος θεώσεως φθάσωμεν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. στ΄ 17 – 23 ).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκεῦος διαυγέστατον τοῦ πανσθενοῦς Παρακλήτου, ὁ τὰ Κατουνάκια ἐνοικήσας, ὅσιε, ῥεῖθρον χάριτος, διειδές πότισον, νάμασιν εὐχῶν σου, πρὸς τὸν Ὕψιστον ἱκέτας σου, Ἐφραὶμ πανόσιε, καὶ αὐτῶν καρδίας γεώργησον, ἀρότρῳ τῆς σῆς χάριτος, πρὸς καρποφορίαν πολύφορον, ὁ τῆς σῆς καρδίας, τὴν χθόνα γεωργήσας σαῖς εὐχαῖς, πρὸς Γεωργὸν τὸν ἀκάματον, Λόγον τοῦ Παντάνακτος.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χαῖρε, Κατουνακίων ἀσκητὰ θεοφόρε, Ἐφραὶμ πανεύφημε, βοῶντες ἱκεσίας, θερμάς σου ἐκζητοῦμεν, ἐν σκιᾷ οἱ καθεύδοντες, χαμαιζηλίας παθῶν, καὶ λυπηρῶν τοῦ βίου.

Ὡς ἱερομονάχων καλλονὴν σὲ τιμῶντες, Ἐφραὶμ πανόσιε, Κατουνακίων εὖχος, εὐχάς σου ἀσιγήτους, πρὸς Θεὸν ἐκδεχόμεθα, ἵνα Χριστὸς ἐν ἡμῖν, διηνεκῶς σκηνώσῃ.

Νικητὰς σοὺς ἱκέτας ἐν ἀγῶσι τοῦ βίου, Ἐφραίμ, ἀνάδειξον, ὁ τὸν ἐχθρὸν νικήσας, συντόνοις σου καμάτοις, νυχθημέροις σου δάκρυσι, καὶ προσευχῇ ἀσκητά, σεμνὲ Κατουνακίων.

Θεοτοκίον.
Σκέπη κόσμου Παρθένε, ὀμβροφόρε νεφέλη Θεογεννήτρια, καὶ ὁδηγὲ σῶν δούλων, ὦ Κεχαριτωμένη, οὐρανῶν πρὸς σκηνώματα, ἴθυνον πάντας πιστούς, πρὸς σωτηρίας τρίβους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὀδμαῖς λιτῶν σου, θεοπειθῶν τὰς καρδίας, ἱκετῶν σου Ἐφραὶμ θεοφόρε, εὔφρανον εὐῶδες, τοῦ Παρακλήτου κρίνον.

Ὑμνοῦντες πόθῳ, Κατουνακίων κοσμῆτορ, σοὺς ἀγῶνας Ἐφραίμ τοὺς συντόνους, σπεύδομεν ἐν δίναις, τῇ σῇ ἐπιστασίᾳ.

Ἁγιωνύμου, Ἐφραίμ ἀπαύγασμα ὄρους, καταφώτισον πάντας κειμένους, ἐν σκιᾷ θανάτου, ἱκέτας χάριτός σου.

Θεοτοκίον.
Ῥῦσαι παγίδων ἡμᾶς ἐχθροῦ Θεοτόκε, τοῦ ὁσίου Ἐφραὶμ ἱκεσίαις, προσευχῇ ἐχθίστου, συντρίψαντος παγίδας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ταμεῖον ἀπαθείας, φάρε ἀκτησίας, καὶ ἡσυχίας φωστὴρ τηλαυγέστατε, Ἐφραίμ, ἱλέωσαι Κτίστην, τοῖς εὐφημοῦσί σε.

Ὡς τῶν Κατουνακίων, γέρας καὶ καλύβης, σοῦ φερωνύμου Ἐφραὶμ Σύρου ἔφορον, σὲ μελῳδοῦντες εὐχάς σου, θερμὰς αἰτούμεθα.

Χαρᾶς ἡμῶν καρδίας, πλήρωσον ἐν λύπαις, ὄντων Ἐφραὶμ θεοφόρε καὶ θλίψεσιν, ὁ τῆς χαρᾶς ἀναστάντος Κυρίου ἔμπλεως.

Θεοτοκίον.
Μαρία, ὑπὲρ λόγον, ἐν τῇ σῇ νηδύι, ὁ τοῦ Θεοῦ Θεὸν Λόγον κυήσασα, Αὐτὸν ἀπέργασαι ἵλεων τοῖς οἰκέταις σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὁσιώτατε ἀσκητά, τῶν Κατουνακίων, σκεῦος χάριτος διαυγές, ὁ εὐαρεστήσας Χριστῷ σῇ πολιτείᾳ, Ἐφραίμ, ἀκραιφνεστάτῃ, νήψει καὶ δάκρυσι.

Χαίροις, ὁ ἀσκήσας ὑπερφυῶς, ἐν Κατουνακίοις καὶ ἐγγίσας τὸν οὐρανόν, στάσεσι παννύχοις, δεήσεσι καὶ νήψει, Ἐφραὶμ πνευματοφόρε, Ἄθωνος κλέισμα.

Χαίροις, ἡσυχίας ὁ ἐραστής, Ἰωσὴφ τοὺς τρόπους, ὁ ζηλώσας καὶ Δανιὴλ, ἐν Κατουνακίοις, Ἐφραὶμ πνευματοφόρε, νεολαμπῶν ὁσίων ἔμπνουν θησαύρισμα.

Χαίροις, ὁ ἐπίβασιν ἀνευρών, πρᾶξιν θεωρίας, καὶ τὴν κλίμακα ἀναβάς, ἀρετῶν ἐν χρόνοις ἐσχάτοις καὶ τῶν πάλαι, Ἐφραίμ, ὠφθεὶς πατέρων δόξης ἰσότιμος.

Πάρεχε θεόθεν σεπτὲ Ἐφραίμ, πᾶσι τὴν σὴν χάριν, ἄμφω δύναμιν καὶ ἰσχύν, θραῦσαι τὰς παγίδας ἐχθροῦ τοῦ παλαμναίου, πιστῶς ἀσπαζομένοις θήκην λειψάνων σου.

Ἔχομέν σε φύλακα καὶ φρουρόν, και θερμὸν προστάτην, καὶ μεσίτην πρὸς οὐρανόν, ἀσκητῶν ἀκρότης, Ἐφραὶμ σημειοφόρε, οἱ πίστει καθ’ ἑκάστην σοὶ καταφεύγοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῆς ἀενάου λαμπτὴρ νεόφωτε, Κατουνακίων οἰκῆτορ, Ἁγίου Ὄρους πυρσέ, ὁ φωτίσας ἀρετῶν σου τοῖς πυρσεύμασι, πάντας θειότατε Ἐφραίμ, καὶ εἰς ὕψος ἐπαρθεὶς, θεώσεως ἀπαθείᾳ, καὶ νήψει μὴ διαλείπῃς, Χριστὸν ἡμῖν καθιλεούμενος.

Ἕτερον. Ὅμοιον.
Τὸ γλυκύφθογγον δεῦτε καὶ καλλικέλαδον, Κατουνακίων στρουθίον, πνευματοφόρον Ἐφραίμ, ἀσκητὴν τῶν τῆς ἐρήμου ἰσοστάσιον, μέλψωμεν ὕμνοις μελιχροῖς, νοερᾶς ὡς προσευχῆς, διδάσκαλον καὶ πυξίον, σκληραγωγίας σαρκίου, αὐτοῦ λιτὰς ἀπεκδεχόμενοι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε τὸν φιλοῦντα ἀκλινῶς, νῆψιν προσευχὴν ἡσυχίαν καὶ κακουχίαν σαρκός, ἀσκητὴν ἰσάγγελον ἀνευφημήσωμεν, τὸν ἀρτίως ἐκλάμψαντα, ἐν Κατουνακίοις, ψάλλοντες· ἀοίδιμε Ἐφραίμ, ἁγίαζε, πάντας καὶ εὐλόγει θεόθεν, σπεύδοντας πιστῶς προσκυνῆσαι, θήκην χαριτόβρυτον λειψάνων σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Εὔφρανον εὐχῶν σου, Ἐφραίμ, ἡδεῖ ἄρτῳ,
Κατουνακίων οἰκῆτορ, Χαραλάμπη.