ΠΑΡΑΚΛΗΣΗ ΤΟΥ ΑΓΙΟΥ ΑΝΤΩΝΙΟΥ

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Αντώνιο τον Μέγα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁσίων αὔραν Θηβαΐδος ἐρήμου, πάνυ ζωήῤῥυτον καὶ ἄνθος ἡδύπνουν, Ἀντώνιον τὸν μέγιστον, ὡς θεῖον κρουνόν, χάριτος ὑμνήσωμεν καὶ πιστῶν ὁδοδείκτην, πρὸς ἀγήρω βίωσιν καὶ λειμῶνας παντέρπνους, τῆς ἐν Χριστῷ ἀλήκτου χαρμονῆς, αὐτοῦ ἀόκνους πρεσβείας αἰτούμενοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀντώνιε Ὅσιε, ῥύου ἡμᾶς λυπηρῶν βίου. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀντώνιε ὅσιε, ἀσκητῶν, ἐρήμου κοσμῆτορ, μὴ ἐλλίπῃς ἐκδυσωπῶν, Χριστὸν ὑπὲρ πάντων σε τιμώντων, καθηγητὴν ἀρετῆς ὡς θεόσοφον.

Νοός μου θυρίδας ἐν φυλακῇ, Ἀντώνιε τήρει, διακρίσεως κορυφή, ὁ θεὶς φυλακὰς περὶ πεντάδος, αἰσθήσεών σου θυρίδων, ἀοίδιμε.

Τιμῶντες, Ἀντώνιε, ἀγωγὴν τὴν σὴν ἐν ἐρήμῳ Θηβαΐδος θεοειδῇ, λιτάς σου θεοπειθεὶς οἱ δῆμοι, τῶν εὐσεβῶν ἐκδεχόμεθα, Ὅσιε.

Θεοτοκίον.
Ὡς πάντων μερόπων καταφυγήν, ἐν βίου ταῖς ζάλαις, σὲ γινώσκοντες ἀγαθὴ Παρθένε, δεόμεθά σου· σκέπε, καὶ ἐπευλόγει τοὺς σοὶ καταφεύγοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νῦν, Ἀντώνιε, δεῖξον, τῶν ἀσκητῶν σέμνωμα, κόνιν καὶ σποδὸν τὰ γεώδη, ὁ λογιζόμενος, καὶ τὰ ἐν πόλῳ ποθῶν, ἡμᾶς φθαρτῶν ὑπερόπτας, τοὺς ἀνευφημοῦντάς σε, Πάτερ ἰσάγγελε.

Ἰαμάτων ἐδείχθης, παντοδαπῶν πέλαγος, ἀχανές, Ἀντώνιε πάτερ, τῶν προσιόντων σοι, καὶ ἐκβοώντων τρανῶς· χαῖρε νοσούντων ἀκέστορ, ταχινέ, θειότατε, Χάριτος ἔσοπτρον.

Ἐρημίας στρουθίον, τὸ κελαδοῦν δύναμιν, τοῦ Θεοῦ, Ἀντώνιε μάκαρ, δίδαξον ἅπαντας, Αὐτὸν ἀεὶ ἀγαπᾶν, ὡς σὺ ἠγάπας ἐκθύμως, ἀσκητὰ φιλάρετε, πίστεως σέμνωμα.

Θεοτοκίον.
Οὐρανῶν πρὸς σκηνώσεις, τοὺς εὐσεβεῖς ἴθυνον, σὲ τοὺς μεγαλύνοντας πόθῳ, Θεογεννήτρια, τοῦ Ἀντωνίου λιταῖς, χρηστοηθείας νηστείας, καὶ εὐχῆς πρυτάνεως, Μῆτερ πανάμωμε.

Ἀντώνιε, τῆς ἡσυχίας σεμνότης, μὴ διαλίπῃς ἱκετεύων τὸν Λυτρωτὴν, ὑπὲρ τῶν τιμώντων σε καὶ πίστει σπευδόντων ταῖς σαῖς πρεσβείαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πυξὶς ἀσκητῶν πρὸς θέωσιν, Ἀντώνιε, βαλβὶς εὐσεβῶν, δρομέων πρὸς τελείωσιν, καὶ ἡμῶν ἀνύστακτος, πρεσβευτὴς πρὸς τὸν εὔσπλαγχνον Κύριον, ὑπάρχων τρίβους ἴθυνον πιστῶν, πρὸς πόλου σκηνώματα ὑπέρφωτα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σωφροσύνης με σκήνωμα, καὶ φανὸν συνέσεως δεῖξον, Ὅσιε, τὸν τιμῶντά σε, Ἀντώνιε, βάθρον σωφροσύνης ὡς ἀσάλευτον.

Ἰσχυροὺς τοὺς ἱκέτας σου, κατ’ ἐχθίστου τήρει σαῖς παρακλήσεσι, χαριτόβρυτε Ἀντώνιε, πολιστὰ ἐρήμου ἐνθεώτατε.

Ἐπευλόγει τοὺς μέλποντας, τοὺς ἀσκητικούς σου ἀγῶνας, πάνσοφε, πρὸς τελείωσιν, Ἀντώνιε, θεαυγῶν Πατέρων ἀκροθίνιον.

Θεοτοκίον.
Ῥαντισμῷ τῆς σῆς χάριτος, πάντας καθαγίασον τοὺς ὑμνοῦντάς σε, Θεοτόκε ἀειπάρθενε, κεχαριτωμένη παντευλόγητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις καὶ ᾠδαῖς, εὐφημοῦντές σε, Ἀντώνιε, ὡς δογμάτων τῶν ὀρθῶν προασπιστὴν, καταφεύγομεν πρεσβείαις διαθέρμοις σου.

Ὅσιε Χριστοῦ, πνευματέμφορε Ἀντώνιε, διασκέδασον σκοτόμαιναν παθῶν, ἱκετῶν σου ἀστραπαῖς τῶν σῶν δεήσεων.

Ὕπουλον ἐχθρὸν ὁ συντρίψας τῇ ἀσκήσει σου, τὰς ὀρέξεις καταπράυνον παθῶν, τῶν σπευδόντων τῇ ἀγρύπνῳ προστασίᾳ σου.

Θεοτοκίον.
Ἡ τῶν εὐσεβῶν, φύλαξ, σκέπη καὶ ἀντίληψις, Θεοτόκε, τήρει πάντας ἀσινεῖς, τῶν παγίδων τοῦ ἀρχαίου πολεμήτορος.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μνημόνευε, τῶν μνημονευόντων σου, καὶ τιμώντων σήν, Ἀντώνιε, μνήμην, ὑφηγητὰ ἀρετῆς, ὁ πολίσας, τῆς Θηβαΐδος ἐρήμου ἐνδότερα, καὶ τῶν δακρύων σου ῥοαῖς, ἁγιάσας αὐτῆς χθόνα ἄγονον.

Ἀσκήσεως, ὁ ἀνύσας στάδιον, ταπεινῶς ἐν Θηβαΐδι καὶ στῖφος, αἱρετικῶν ἐδαφίσας σοῖς λόγοις, τοῖς θεοσόφοις, τρισμάκαρ Ἀντώνιε, ὀρθοφρονεῖν ταῖς σαῖς εὐχαῖς, σῆς ἀξίωσον χάριτος πρόσφυγας.

Σοφίας με, οὐρανίου ἔμπλησον, τὸν σὸν ἄσοφον ἱκέτην, καὶ παῦσον, ὁρμὰς σαρκίου, Ἀντώνιε μάκαρ, τοῦ σὲ τιμῶντος ὡς ἄνδρα ὑπέρσοφον, τὸν ὑπερόπτην τῶν φθαρτῶν, καὶ ῥευστῶν καὶ ματαίων, θειότατε.

Θεοτοκίον.
Λιμένα με, ἴθυνον πρὸς εὔδιον, καὶ ἀχείμαστον, Κυρία παρθένε, τὸν ἐν ταῖς ζάλαις ποντούμενον βίου, θαλαττευόντων ὡς πάντων ἰθύντειρα, ἀπλανεστάτη εὐσεβῶν, Θεοτόκε, πρὸς ὅρμον γαλήνιον.

Ἀντώνιε, τῆς ἡσυχίας σεμνότης, μὴ διαλίπῃς ἱκετεύων τὸν Λυτρωτὴν ὑπὲρ τῶν τιμώντων σε, καὶ πίστει σπευδόντων ταῖς σαῖς πρεσβείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ εὺθὺς τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν πολιστὴν Θηβαΐδος, Ἀντώνιον, ἐγκωμιάσωμεν πάντες γηθόμενοι, καθηγητὴν ὡς ἀζύγων ὑπέρσοφον, καὶ πρεσβευτὴν Χριστωνύμων θερμότατον, πρὸς τὸν εὐίλατον Κτίστην καὶ Κύριον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Ἀντώνιε, βλαστὲ χθονὸς τῆς Νειλῴας, Θηβαΐδος ἔνθεε, πολιστὰ καὶ σκήνωμα, Θείου Πνεύματος, ἀσκητῶν μέγιστε, ὄντως ὑφηγῆτορ, ὁ ἰθύνας πρὸς τελείωσιν, τοὺς σοὶ προσφεύγοντας, δεῖξόν μοι ὁδὸν τὴν ἀπάγουσαν, πρὸς πόλου θεῖα δώματα, καὶ τὴν διαμένουσαν εὔκλειαν, ἵνα μεγαλύνω, ἀντίληψιν τὴν σὴν καὶ ἀρωγήν, ἥνπερ δεικνύεις πρὸς ἅπαντας, πρόσφυγας σῆς χάριτος.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπερεύχου τῶν πίστει, χάριτί σου σπευδόντων, ἐν βίου κλύδωσιν, Ἀντώνιε παμμάκαρ, διαγωγῆς ἀμέμπτου, θεοσμίλευτον ἄγαλμα, καὶ θεαυγὲς πολιστὰ, ἐρήμου Θηβαΐδος.

Πρεσβευτὰ ἡμῶν θεῖε, ἐν καιροῖς τοῦ κινδύνου, λαοῦ, Ἀντώνιε, κατέλιπες κονίστραν, ἀσκητικῶν σου πόνων, καὶ εἰς τὴν Ἀλεξάνδρειαν, ἦλθες στηρίξαι πιστοὺς, κατὰ αἱρετιζόντων.

Ἡ ὁμήγυρις σπεύδει, τῶν πιστῶν καθ’ ἑκάστην, τῇ προστασίᾳ σου, Ἀντώνιε, καὶ σκέπῃ, σῇ ἀῤῥαγεῖ, θεόφρον, ἀσκητά, καὶ κραυγάζει σοι· χαῖρε, ἡμῶν ὁ ὀξὺς, ἐν ζάλαις ἀντιλήπτωρ.

Θεοτοκίον.
Ῥυπτικαῖς σου πρεσβείαις, καταφεύγομεν πόθῳ, καὶ ἀντιλήψει σου, οἱ βεβορβορωμένοι, οἰκέται σου, παρθένε, ὑπερύμνητε Δέσποινα, πρὸς Λόγον τὸν τοῦ Θεοῦ, καὶ Τόκον σου τὸν θεῖον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ὑπερόπτην, τῶν γεηρῶν καὶ ματαίων, σὲ τιμῶμεν, Ἀντώνιε, ὕμνοις, οἱ θερμῶς ζηλοῦντες, τὰ μένοντα ἐν χρόνῳ.

Νεκρῶσαι σάρκα, ἡμᾶς ἀξίωσον, Πάτερ, ὁ νεκρώσας σαρκίον ἀσκήσει, ἐν ἐρήμου βάθει, Ἀντώνιε, συντόνῳ.

Βυθοῦ ἀγνοίας, ἡμᾶς ἐξάρπασον τάχος, καὶ πρὸς γνώσεως ἕλκυσον ὕψος, θεῖον ὑμνηπόλους, Ἀντώνιε, θερμούς σου.

Θεοτοκίον.
Ἰδεῖν τὸ κάλλος, μορφῆς πανσέπτου σου Τόκου, ἐν σκηναῖς οὐρανῶν τοὺς σοὺς δούλους, Κεχαριτωμένη, ἀξίωσον, Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδὸν ὑπόδειξόν μοι, σωστικήν, τῷ πίστει, ὡς ἀσκητήν σε ὑμνοῦντι, ἰσάγγελον, καὶ πρεσβευτὴν πρὸς τὸν Κτίστην ἡμῶν, Ἀντώνιε.

Ὑψώσας σου τὴν χεῖρα, πάντας ἐπευλόγει, τοὺς σὲ ὑμνοῦντας προθύμως, Ἀντώνιε, ὡς ἀρετῆς ἐκμαγεῖον, εὐχῆς καὶ νήψεως.

Χριστοῦ τοῦ εὐιλάτου, φίλε Θεανθρώπου, Αὐτὸν ἡμῖν καθιλέωσαι, Ὅσιε, τοῖς ἐκτελοῦσι σὴν μνήμην φαιδρῶς, Ἀντώνιε.

Θεοτοκίον.
Μετὰ τοῦ Ἀντωνίου, φίλου τοῦ Υἱοῦ σου, Αὐτὸν δυσώπει ἀπαύστως, Παντάνασσα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θηβαΐδος ὁ πολιστής· χαίροις, τῶν Ὁσίων, γνώμων, ἔκτυπον καὶ κανών· χαίροις, Ὀρθοδόξων, ὁ στηριγμὸς ἐν δίναις, Ἀντώνιε τρισμάκαρ, χάριτος σκήνωμα.

Χαίροις ἐγρηγόρσεως ἀηδών, εὔλαλον στρουθίον, ἀπαθείας καὶ προσευχῆς· χαίροις, ἐγκρατείας, ἡ κελαδοῦσα ὄρνις, Ἀντώνιε, ἀζύγων, θεῖον μελῴδημα.

Ἄγγελε Ἀντώνιε, ἐν σαρκί, ἐν τοῖς δυσχειμέροις, χρόνοις πλάνης αἱρετικῶν, ἔρημον φιλτάτην, κατέλιπες καὶ δήμους, πιστῶν σοφοῖς σου λόγοις, μάκαρ, ἐνίσχυσας.

Ὄρνις ὡς φιλέρημος καλιάν, ἔπηξας ἐν βάθει, Θηβαΐδος, ἐγκρατευτά, ἵνα τῷ Κυρίῳ, προσομιλῇς ἀπαύστως, σαφῶς δοξάσαντί σε, μάκαρ Ἀντώνιε.

Ῥύου τοὺς ἱκέτας σου συμφορῶν, θλίψεων, κινδύνων, καὶ δολίου ἐπιβουλῆς, τοὺς ἐπιτελοῦντας, τὴν σὴν ἁγίαν μνήμην, Ἀντώνιε, Πατέρων, θείων καλλώπισμα.

Χαίροις ὁ ἐκ βάθους τῆς σῆς ψυχῆς, μάκαρ, ἀγαπήσας, τὸν Θεάνθρωπον Ἰησοῦν· χαίροις, ὁ ἀσκήσει, Αὐτῷ εὐαρεστήσας, Ἀντώνιε, Ὁσίων, κέρας ἀτίμητον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Πολιστὴν Θηβαΐδος τὸν ἐνθεώτατον, Ὁσίων μέγιστον κλέος καὶ γέρας ἐρημιτῶν, συνδυάζοντα καλῶς κοινωνικότητα, καὶ ἡσυχίαν εὐλαβῶς, ἐπαινέσωμεν πιστοὶ Ἀντώνιον τὸν θεόπνουν, ὡς θείας Χάριτος σκεῦος, ὕδωρ πιστοῖς κιρνὸν φυσίζωον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Θηβαΐδος τὸν φανόν, Παρακλήτου σκήνωμα Θείου, ἐρημιτῶν θεαυγῶν, ἄνθος εὐωδέστατον, ἐγκωμιάσωμεν, θεοφόρον Ἀντώνιον, βοῶντες προθύμως· Ὅσιε πανθαύμαστε, Χριστὸν ἱλέωσαι, πᾶσι τοῖς τιμῶσι σὴν μνήμην, καὶ ἐν συμφοραῖς καὶ κινδύνοις, σπεύδουσι τῇ χάριτι τῇ θείᾳ σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Παντελεήμονα σκέπε, Ἀντώνιε,
σὺν Χαραλάμπει, Θηβαΐδος κοσμῆτορ.