• FACEBOOK-TEST5
    Εργόχειρα - Σταυροί
    Στο κατάστημά μας www.eikonia.gr θα βρείτε σταυρούς όλων των ειδών σε μεγάλη ποικιλία. Ασημένιοι, επίχρυσοι,...
  • FACEBOOK-TEST16
    Ορθόδοξη Βιβλιοθήκη
    Στο eikonia.gr θα βρείτε πολύ μεγάλη ποικιλία σε Ψυχωφελή και Πνευματικά βιβλία καθώς και βίους Αγίων...
Παρακλητικός Κανών στον προστάτη των οδηγών, Άγιο Μεγαλομάρτυρα Χριστόφορο

Παρακλητικός Κανών στον προστάτη των οδηγών, Άγιο Μεγαλομάρτυρα Χριστόφορο

Παρακλητικός Κανών στον προστάτη των οδηγών, Άγιο Μεγαλομάρτυρα Χριστόφορο

Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωϑείς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου οἱ πιστοὶ ὁμοφρόνως, ἱκετηρίαν ἀναμέλψωμεν ϑείαν, ἐν κατανύξει κράζοντες ϑερμῶς πρὸς αὐτόν· Ἅγιε πολύαϑλε, τῶν πιστῶν τὰς ἀγέλας, λιταῖς σου διάσωσον, ἐκ λοιμῶν ἀνιάτων, καὶ πειρασμῶν ποικίλων χαλεπῶν, τῇ σῇ δυνάμει, αὐτοὺς ἐλευϑέρωσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χριστοφόρε μέλισμα δέξαι τῆς ἱκεσίας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Δέσποτα τῶν βροτῶν, κἀμὲ σὸν οἰκέτην, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, πολύαθλον μάρτυρα Σωτὴρ μου, τὸν Χριστοφόρον ἡμῶν τὸ ἐντρύφημα.

Ῥυσϑῆναι γεέννης τῆς χαλεπῆς, φλογὸς τῆς ἐν ἅδῃ, καὶ τῶν ϑρήνων ἀντιβολῶ, πρεσβείαις σοῦ μάρτυς Χριστοφόρε, πρὸς τὸν Δεσπότην Χριστὸν ἀξιάγαστε.

Ἰάσεις παρέχει παντοδαπάς, δαιμόνων τὰ στίφη ἀπελαύνει τὰ μανικά, ἡ κλῆσις σου μάρτυς Χριστοφόρε, ἡ χαριτόβρυτος ὄντως ϑεόληπτε.

Θεοτοκίον.
Σαρκὸς πολυμόχϑου μου Μαριάμ, ὁρμὰς τὰς ἀτάκτους, τὰς κινήσεις καὶ ἡδονάς, κατάσβεσον Κόρη ταῖς λιταῖς σου, ὡς ὀμβροφόρος νεφέλῃ τῆς χάριτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ ἀστάτου νοός μου, διηνεκῆ ζόφωσιν, ῥύπον καὶ τὰ τραύματα μάρτυς, ψυχῆς ϑεράπευσον, ἐκπλύνων ἅπαντα, ταῖς σωστικαῖς σοῦ πρεσβείαις, σὺ γὰρ τὸν ἀμάραντον εἴληφας στέφανον.

Οἱ ἐν πόντῳ πταισμάτων, παντοειδῶν πλέοντες, καὶ εἰς τὸν βυϑὸν ἀλγηδόνων, πεσόντες πάνσεμνε, τὴν σὴν ἀντίληψιν, ἐπικαλούμεϑα μάκαρ, Χριστοφόρε κράζοντες, ὕμνον ἱκέσιον.

Φωτοφόροις ἀκτῖσι, τῶν ἁμαξῶν αὔγασον, τρίβον τὴν εὐϑεῖαν ὁδεῦσαι, μάρτυς πανεύφημε, καὶ τὰ προσκόμματα, ὡς ἀλεξίκακος λύχνος, Χριστοφόρε ἅγιε, τάχει διάλυσον.

Θεοτοκίον.
Οἰκητήριον Κόρη, ϑείου φωτὸς γέγονας, καὶ ἀνατολὴ τοῦ Σωτῆρος, ὥφϑης πανϑαύμαστε, φωταγωγήσασα, ὡς τὸ οὐράνιον σέλας, τοὺς ἐν σκότει χάριτι, νύμφη Ἀνύμφευτε.

Διάσωσον, ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τοὺς μέλποντας κατὰ χρέος σὴν μνήμην.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλειτὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Τὸν πλοῦτον σεμνέ, γινώσκων τῆς σῆς χάριτος, προσέρχομαι νῦν, κραυγάζων ἐκ βαϑέων μου, τῷ σεπτῷ τεμένει σου, Χριστοφόρε ἅγιε λάμψον μοι, τῆς μετανοίας φῶς πρεσβευτικῶς, σκεδάζων παϑῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωϑέντα ϑεόσδοτον, τῆς ψυχῆς μου οἴμοι ϑεομακάριστε, τὸν χιτῶνα ἁμαρτήμασι, ταῖς λιταῖς σου τάχει καταλάμπρυνον.

Μυροϑήκη τῆς χάριτος, μάρτυς Χριστοφόρε φανεὶς ἐν ϑαύμασι, τοὺς πεσόντας εἰς τὸν βόρβορον, τῶν ἀμπλακημάτων ἀποκάϑαρον.

Ἐκ παντοίων τῇ σκέπῃ σου, νόσων καὶ πανώλους τοὺς σὲ γεραίροντας, Χριστοφόρε παναοίδιμε, ἀσινεῖς ὡς ῥύστης διαφύλαξον.

Θεοτοκίον.
Ἐν βαράϑροις ὁ δείλαιος, καὶ λῃσταῖς ἀγρίοις πεσὼν τοῦ δράκοντος, ἀνατείνω σοι ἱκέτιδας, χεῖρας Θεοτόκε ἀειπάρϑενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον ἀϑλητά, τῆς ζωῆς μου τὸ κλυδώνιον, τῇ ϑερμῇ σου Χριστοφόρε ἀρωγῇ, καὶ τῶν κυμάτῶν ἐπιϑέσεις καταπράυνον.

Ἵλεως Σωτήρ, ἀναφάνηθι τοῖς δούλοις σου, δυσωπίαις Χριστοφόρου τοῦ κλεινοῦ, ἐν τῇ Δευτέρᾳ ἐλεύσει Παντευλόγητε.

Σώματος πληγάς, ἀνιάτους ϑεοδόξαστε, ϑεραπεύεις ἀντιδότῳ δωρεῶν, ὦ Χριστοφόρε Ἐκκλησίας τὸ ἀγλάισμα.

Θεοτοκίον.
Μήτηρ ποῦ Θεοῦ, ἀνεδείχϑης Μητροπάρϑενε, ἀναπλάττουσα τὴν φύσιν τῶν βροτῶν, τῇ ταπεινώσει τοῦ Υἱοῦ σου Θεονύμφευτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Αἱμάτων σου, τὸν ἀρχαῖον δράκοντα, ἀποπνίξας ταῖς νευραῖς Χριστοφόρε, καὶ τῶν ἀϑέων συντρίψας τὸ ϑράσος, νικητικῶς τοὺς στεφάνους ἀπείληφας, διὸ λιταῖς σου ἀφ᾽ ἡμῶν, τοῦ βελίαρ τὰ στίφη ἀπέλασον.

Δακρύων νῦν, ποταμὸν ἀείῤῥοον, καὶ τὰ νέφη τῶν κακῶν Χριστοφόρε, τὰ καταϑλίβοντα μάρτυς ἀπαύστως, τὴν ταπεινὴν μου καρδίαν ἀφάνισον, δυνάμει σου πρεσβευτικῇ, ἀϑλοφόρε Χριστοῦ ἀξιάγαστε.

Ἐδάφισον, Χριστοφόρε πάντιμε, ἐν τῇ πέτρᾳ τοῦ Χριστοῦ ταῖς εὐχαῖς σου, τοὺς πονηροὺς λογισμοὺς μου καὶ πᾶσα, ἐπαναστάσεις σαρκὸς ϑεοφόρητε, ὑπάρχεις γὰρ διηνεκῶς, τῶν πιστῶν προστασίᾳ καὶ δύναμις.

Θεοτοκίον.
Ξενίζοται, ὁ τροφεὺς τῆς Κτίσεως, ὑπὸ σοῦ Θεοχαρίτωτε Κόρη, καὶ κατεπλάγη Ἀγγέλων ὁ δῆμος, ὅτι σαρκὶ καϑορᾶται ὁ ἄσαρκος, ὁ ϑαυμαστῶς ζωογονῶν, τῶν βροτῶν τὰ συστήματα πάναγνε.

Διάσωσον, ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τοὺς μέλποντας κατὰ χρέος σὴν μνήμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐνδιαίτημα Μάρτυς τῆς χάριτος, καὶ τῆς Τριάδος τερπνὸν καταγώγιον, μαρτυρικῶς ὑπάρχων πανϑαύμαστε, μὴ διαλίπῃς φρουρῶν ταῖς πρεσβείαις σου, ἡμᾶς Χριστοφόρε πανόλβιε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνϑήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληϑυνϑήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομα μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντα με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησαν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀϑλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γλώττῃ ψευδοῤῥήμονι, ᾧ Χριστοφόρε τρισμάκαρ, λύκος ὡς κρυπτόμενος, ἐν δορᾷ προβάτου ὁ πολυμήχανος, ταχινῶς ἔρχεται, ϑέλων κατισχῦσαι, τῶν τιμώντων σε ἑκάστοτε, ὅπως μὴ λάβωσι, τὰς ἐκ τῆς πρεσβείας σου χάριτας, νυνὶ δὲ ἱκετεύομεν, διαφυλαχϑῆναι δυνάμει σου, πάσας τὰς ἁμάξας, ἐκ βλάβης ἀδοκήτου καὶ πικρᾶς, ἐνεργειῶν τοῦ ἀλάστορος, μάρτυς πανσεβάσμιε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνιάτως νοσοῦντας, ἀῤῥωστίαις ποικίλαις καὶ περιστάσεσι, παμμάκαρ Χριστοφόρε, ϑεράπευσον λιταῖς σου, ἵνα πάντες κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλαστήριον Μάρτυς, ἡ ὀξεῖα πρεσβείᾳ σου πρὸς τὸν Κύριον, τυγχάνει τοῖς ὑμνοῦσι, τὴν μνήμην σου τὴν ϑείαν, Χριστοφόρε ἀοίδιμε, ὅτι τὸ αἷμα τὸ σόν, ἐξέχεας πλουσίως.

Τὸν ἀμέτρητον πλοῦτον, συμπαϑείας σου δεῖξον τοῖς προσιοῦσί σε, καὶ νόσον τῆς πανώλους, ἀπέλασον τηλόθι, ἀφ᾽ ἡμῶν τῶν ὑμνούντων σε, ἐν εὐσεβείᾳ πολλῇ, ἀκέστορ Χριστοφόρε.

Θεοτοκίον.
Ἡ ἀήττητος σκέπη, καὶ προπύργιον Μῆτερ τὸ ἀκαϑαίρετον, καὶ ἄγκυρα ἐλπίδος, ὑπάρχουσα Παρϑένε, μὴ παρίδῃς φυλάττουσα, τοὺς μελῳδοῦντας ἀεί, τὸν τόκον σου Μαρία.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Σὺ εἰ χαρίτων, ὁ εὐθαλέστατος κῆπος, καὶ λειμὼν δωρεῶν Χριστοφόρε, πᾶσιν ἀπονέμων τὰ μύρα ἰατρείας.

Ἰλιγγιῶσι, τῶν ἀσωμάτων οἱ νόες, εὐφημεῖν καὶ ὑμνεῖν κατ᾽ ἀξίαν, μνήμην σου τὴν ϑείαν, ϑεόφρον Χριστοφόρε.

Κλοπῇ κακίας, Τροπαιοφόρε ὑπνώττων, τοῦ ϑανάτου τὸν ὕπνον σοὶ κράζω, ἔγειραι λιταῖς σου, ταχὺ με τὸν ἀχρεῖον.

Θεοτοκίον.
Ἐν κλίνῃ κεῖμαι, ἀῤῥωστιῶν δεδεμένος, λοιμικῶν Θεοτόκε Παρϑένε, ὅϑεν ἀλγημάτων, παράσχου μοι τὴν λύσιν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνέχει με ὁ φόβος, μάκαρ Χριστοφόρε, τοῦ αἰωνίου πυρὸς τῆς κολάσεως, ἀλλὰ ϑαῤῥῶν ταῖς εὐχαῖς σου, οὐκ ἀπογνώσομαι.

Ἰὸν τῶν ἁμαρτάδων, τὸν καταβαλόντα, τὴν παναϑλίαν ψυχὴν καὶ καρδίαν μου, ταῖς ἐνεργείαις σου μάρτυς, ταχὺ ἀπόστησον.

Αἰσχρῶν φαντασιῶν μου, πάσας τὰς εἰκόνας, ὀλεϑροφόρους ϑεόφρον κατάσβεσον, τῇ ἐπειλάμψει σου ϑείᾳ, σεβασμιώτατε.

Θεοτοκίον.
Σοφίας τὸ ταμεῖον, ῥεῦμα ἰαμάτων, τῆς Ἐκκλησίας τὸ κάλλος γεγένησαι, Ὑπεραγία Κυρία, τῷ ϑείῳ τόκῳ σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν μαρτύρων ὁ κοινωνός, καὶ τῶν Ἀσωμάτων, ὁμοδίαιτος ἀληϑῶς, χαίροις Ἐκκλησίας Χριστοῦ ὁ στεφανίτης, παμμάκαρ Χριστοφόρε, ἡμῶν τὸ καύχημα.

Ῥεἴϑροις τῶν αἱμάτων σου ἀνδρικῶς, μάρτυς Χριστοφόρε, ἀπεσχοίνισας τὸν ἐχϑρόν, τὸν ἐπιδραμόντα ἐκ ῥίζης ἀνασπάσαι, τὸ ἄτρεπτον ϑεόφρον, τῆς σῆς ἐνστάσεως.

Χαίροις τῶν μαρτύρων παρεμβολή, ϑεῖε Χριστοφόρε, Καλλινίκη καὶ ὁ χορός, τῶν ποτὲ δημίων, ὁμοῦ σὺν Ἀκυλίνῃ, τὰ ἄνϑη τοῦ Σωτῆρος, τὰ εὐωδέστατα.

Σπεῦσον Χριστοφόρε τὰς λοιμικάς, νόσους καὶ πανώλην, τὴν δυσίατον ταχινῶς, ϑείαις ἐνεργείαις, ἴασαι τῶν ὑμνούντων, τὴν μνήμην σου τὴν ϑείαν, ϑεοφορούμενε.

Τὰς μηχανουργίας τὰς χαλεπάς, τοῦ δεινοῦ βελίαρ, ἀποσόβησον ἀφ᾽ ἡμῶν, μάρτυς Χριστοφόρε, εὐχαῖς σου καὶ πρεσβείαις, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Φιλάνϑρωπον.

Πάσας τὰς ἁμάξας τῶν ὁδιτῶν, τῶν ὑμνολογούντων, γηϑοσύνως σὴν βιοτήν, φύλαττε σκεδάζων, προσκόμματα τῆς τρίβου, αὐτῶν γὰρ ὁ προστάτης ὑπάρχεις πάνσεμνε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείϑροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀϑλοφόρων, ἀπὸ γῆς μετετέϑης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασϑαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς Χριστοφόρε ἀληϑῶς, πάσας ϑεραπεύων τὰς νόσους, Χριστοῦ τῇ χάριτι, πίστει καταφεύγομεν, τῷ ϑείῳ οἴκῳ σου, καὶ δεόμεϑα ἅπαντες, ψαλμοῖς ἱκεσίας, λύσαι χαριτόβρυτε τῶν λοιμικῶν τὰ δεινά, πάϑη καὶ πανώλους τὸ ἄλγος, καὶ τῶν εὐσεβῶν τὰς ἁμάξας, ἀδοκήτου ῥῦσαι περιστάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.