Παρακλητικός Κανών στους Αγίους Τρείς Ιεράρχες Βασίλειο τον Μέγα, Γρηγόριο τον Θεολόγο και Ιωάννη τον Χρυσόστομο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται στις 30 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τά παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς οἰκονόμοι τῶν σεπτῶν μυστηρίων, καὶ βραβευταὶ τῶν ἐκ Θεοῦ χαρισμάτων, Βασίλειε, Γρηγόριε, Χρυσόστομε, λύσατε τὸν καύσωνα τῆς ἀθλίας ψυχῆς μου, παύσατε τὸν κλύδωνα, τῶν ἀγρίων παθῶν μου, καὶ πρὸς σοφίας κτῆσιν ἀληθοῦς, δι’ ἐναρέτου ζωῆς με ἰθύνατε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σῶζοιτε ἡμᾶς ὦ Ἀρχιθῦται. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτήριοι φύλακες καὶ φρουροί, ἐδείχθητε πᾶσιν, Ἱεράρχαι θεοειδεῖς, Βασίλειε σὺν τῷ Γρηγορίῳ καὶ Χρυσοστόμῳ, ἡμᾶς περιέποντες.

Ὡς μύσται σοφίας τῆς θεϊκῆς δεινῶν σοφισμάτων, τῆς τοῦ πλάνου ἐπιβουλῆς, Βασίλειε σὺν τῷ Γρηγορίῳ καὶ Χρυσοστόμῳ, ἡμᾶς ἐκλυτρώσασθε.

Ζωῆς κεκρυμμένης τῆς ἐν Χριστῷ, σοφοὶ δημηγόροι, τῶν κρυφίων ἡμῶν παθῶν, νεκρώσατε τὰς ἐπαναστάσεις, καὶ πρὸς ζωὴν ἡμᾶς θεῖον ἐγείρατε.

Θεοτόκιον.
Ὁ βίος μου πλήρης ὤφθη δεινῶν, πανύμνητε Κόρη, διὰ πλήθους ἁμαρτιῶν, σὺ οὖν μὴ παρίδης με εἰς τέλος, ἀλλ’ ἐπιστάσα τὸ ἄλγος μου κούφισον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἰατροὶ θεηγόροι, πάθη ψυχῶν παύσατε καὶ τῶν καρδιῶν τὰς ὀδύνας, ἡμῶν ἰάσασθε, τῇ μυστικῇ δωρεᾷ, μυσταγωγοῦντες ἀύλως, ἡμᾶς πρὸς ἐνάρετον, βίον καὶ κρείττονα.

Τοῦ ἐχθροῦ τὴν μανίαν, τὴν καθ’ ἡμῶν λύσατε, μέγιστε Βασίλειε πάνυ, καὶ θεῖε Γρηγόριε καὶ Ἰωάννη κλεινέ, καὶ ἐν εἰρήνῃ ἀπτώτῳ, καὶ ἀγάπη ἅπαντας, ἡμᾶς συνάξατε.

Ἐκ πηγῶν σωτηρίου, ὕδωρ ζωῆς ἄυλον, τοῖς ἐν νοητῇ οὔσι δόξη, πλουσίως βλύσατε, ὡς Ἱεράρχαι σοφοί, καὶ πρὸς νομὰς ἀφθαρσίας, τὸν λαὸν ἰθύνατε, τὸν περιούσιον.

Θεοτοκίον.
Ἡ ἀπόφασις Κόρη, ἡ κατ’ ἐμοῦ ἤγγικε, καὶ ἡ καταισχύνη πρὸς θύραν, πρόδηλος ἔστηκεν, ἐγὼ δὲ ἄφρων ὤν, τὸν ἀδελφὸν κατακρίνω, οἶμοι τί γενήσωμαι; σὺ οὗν με λύτρωσαι.

Διάσωσον Ἱεραρχῶν ἐνθέων τριάς Ἁγία, ἐκ βιαίων καὶ χαλεπῶν περιστάσεων, τοὺς προσιόντας προφρόνως ὑμῶν τῇ σκέπῃ.

Ἐπιβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή
Προστάται θερμοί, καὶ εὐκλεεῖς ποιμάντορες, καὶ πύργοι στεῤῥοί, ἡμῶν καὶ ἀντιλήπτορες, Βασίλειε, Γρηγόριε, καὶ Χρυσόστομε, μύσται οὐράνιοι, ἐκ κινδύνων καὶ πόνων ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Μυστηπόλοι οὐράνιοι, πρὸς μυσταγωγίαν σοφίας κρείττονος, ἐκ δεινῶν περιπλανήσεων, τὰς ψυχὰς ἡμῶν καθοδηγήσατε.

Ἀροτῆρες τοῦ Πνεύματος, τὴν κεχερσωμένην ταῖς παραβάσεσιν, γεωργήσατε καρδίαν μου, ἐν αὐτῇ τὰ κρείττῳ κατασπείροντες.

Σωτηρίαν αἰτήσατε, τὴν κατὰ ψυχὴν καὶ σῶμα μακάριοι, Ἰωάννη καὶ Γρηγόριε, σὺν τῷ Βασιλείῳ ἡμῖν ἔνδοξοι.

Θεοτοκίον.
Ὡς πιπτόντων ἀνόρθωσις, τὸν κατεῤῥαγμένον καὶ ἀπολλύμενον, σπεῦσον σῶσόν με Πανάμωμε, φόρον μοι τὸν θεῖον πρυτανεύουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς
Ἄνωθεν ἡμᾶς, Ἱεράρχαι παμμακάριστοι, ἐποπτεύσατε στοργῇ τῇ πατρικῇ, τὴν ζωὴν ἡμῶν σεπτῶς διαῤῥυθμίζοντες.

Ῥῶσιν ἀληθῆ, ὥσπερ δρόσος ἀναψύχουσα, Ἱεράρχαι, τῆς Τριάδος λειτουργοί, ὁ σοφὸς ὑμῶν παρέχει λόγος ἄπασι.

Χείλη πονηρά, ὦ Βασίλειε μακάριε, καὶ Γρηγόριε, Χρυσόστομε σοφέ, τὰ λαλοῦντα καθ’ ἡμῶν ἄδικα φράγματα.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν κατάπτωσιν, καὶ τὸν σάλον τῶν πολλῶν μου πειρασμῶν, εἰς γαλήνην καὶ ἀνάπαυσιν μετάβαλε.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Θεράποντες τῆς Τριάδος πάνσοφοι, θεολόγε καὶ Βασίλειε μάκαρ, καὶ Ἰωάννη κλεινὲ χρυσολόγε, τὴν ἀληθὴ θεραπείαν βραβεύσατε, πρεσβευτικαῖς ὑμῶν λιταῖς, τοῖς τῇ σκέπη ὑμῶν καταφεύγουσιν.

Ὑπάρχοντες θησαυροὶ τῆς χάριτος, ὡς ποικίλων ἀρετῶν ὑποφῆται, τὰς πενομένας ἡμῶν διανοίας, τοῦ Παρακλήτου τῷ ἄρτῳ στηρίξατε, σὺν Βασιλείῳ τῷ σοφῷ, Θεολόγε κλεινὲ καὶ Χρυσόστομε.

Τὴν ἄυλον λειτουργίαν Ἅγιοι, ἀναφέροντες Θεῷ ἐν ὑψίστοις, ἰλαστηρίους θερμὰς καὶ δεήσεις, ὑπὲρ ἡμῶν ἀναπέμπειν μὴ παύσησθε, τῷ Ζωοδότῃ Ἰησοῦ, ὅπως πάσης ῥυσθῶμεν κακώσεως.

Θεοτοκίον.
Ἀπείρανδρε Μαριὰμ ὁλόφωτε, κοσμοπόθητε πανύμνητε Κόρη, τῶν ἐπελθόντων μου ῥῦσαι κινδύνων, καὶ τῆς μελλούσης ἀνάγκης καὶ θλίψεως, ἁπάλλαξόν με τὸν οἰκτρόν, ὅπως βίον διάγω ἡσύχιον.

Διάσωσον Ἱεραρχῶν ἐνθέων τριάς Ἁγία, ἐκ βιαίων καὶ χαλεπῶν περιστάσεων, τοὺς προσιόντας προφρόνως ὑμῶν τῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λογου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱεράρχαι τῆς Ἐκκλησίας θεόσοφοι, καὶ φωστῆρες τῆς εὐσεβείας θεόφωτοι, ἐπισπεύσατε ὡς συμπαθεῖς εἰς τὴν βοήθειαν ἡμῶν, μὴ οὖν παρίδητε τὰς φωνὰς καὶ τοὺς ἐκ βάθους στεναγμούς, τῶν βοώντων ἑκάστοτε· Βασίλειε θεοφάντορ, Γρηγόριε θεολόγε, σὺν Ἰωάννη τῷ κλεινῷ, βοηθεῖτε ἡμῖν πάντοτε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς Οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. ε΄ 14 – 19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Δόξα.
Ταῖς τῶν Διδασκάλων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Ἄστρα φαεινότατα, τῆς νοητῆς φωταυγείας, σάλπιγγες θεόπνευστοι, τῶν ὑπὲρ κατάληψιν ἀναβάσεων, χαλεπῶν θλίψεων καὶ ἀσθενημάτων, καὶ ποικίλων παραπτώσεων, ἀτρώτους πάντοτε, ἅπαντας ἡμᾶς διασώζετε, πταισμάτων τὴν συγχώρησιν, παρὰ τοῦ Χριστοῦ, ἡμῖν νέμοντες, σὺν τῷ Βασιλείῳ, Γρηγόριε, σοφίας ὁ φωστήρ, καὶ Ἰωάννη χρυσόστομε, Ἐκκλησίας πρόβολοι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἱλασμὸν τῶν πταισμάτων, καὶ ἡμῶν ἀκηράτων, καρποφορίαν σεμνήν, Βασίλειε τρισμάκαρ, Γρηγόριε θεόφρον καὶ Χρυσόστομε ὅσιε, τοῖς πεποιθόσιν ὑμῖν βραβεύσαντες ἀξίως.

Γαλήνην τὴν καρδίαν, εὐκραὲς δὲ τὸ σῶμα, καὶ τὴν ψυχὴν ἱλαράν, Βασίλειε τρισμάκαρ, Γρηγόριε θεόφρον, καὶ Χρυσόστομε ὅσιε, διατηρεῖτε ἀεί, ἡμῶν δι’ εὐπραγίας.

Εὐσυμπάθητον τρόπον, εὐπροσήγορον λόγον, καὶ γνώμην θεοπειθῆ, ἀσκήσατε φιλαλήθως, ἡμᾶς δι’ εὐσεβείας, ἀξιώσατε Ἅγιοι, ὡς Ἱεράρχαι σοφοί, ὡς μύσται τῶν ἀῤῥήτων.

Θεοτοκίον.
Ῥαντισμῷ ζωηφόρῳ, τῶν ἀύλων χαρίτων, τῆς σῆς Κυρίας ἁγνή, ψυχῆς μου τὴν κακίαν, καὶ πᾶσαν ῥυπαρίαν, ἐκκαθάρασα ἔκπλυνον, ἴνα ὑμνῶ σε ἀεί, τὴν Κεχαριτωμένην.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἀμέμπτου βίου, θεοειδεῖς ὑποφῆται, κυβερνήσατε ἡμᾶς δι’ ἐμμελείας, πρὸς δικαιοσύνης, ἐνθέους ἀναβάσεις.

Συντετριμμένον, τῇ πονηρᾷ με ἀπάτῃ, ἀνορθώσατε ὡς θεῖοι Ἱεράρχαι, καὶ τὴν τῆς ψυχῆς μου, ἰάσασθε ὀδύνην.

Ἱερομύσται, τῆς ὑπὲρ νοῦν ἐπιπνοίας, ἱερώσατε ἡμῶν τὰς διανοίας, τῇ ἐκφαντορίᾳ, τῆς θείας εὐδοκίας.

Θεοτοκίον.
Μεμολυσμένον, τῇ τῶν παθῶν ἐργασίᾳ ἀποκάθαρον τὸν νοῦν μου Θεοτόκε, καὶ τῆς ἐνεστώσης, ῥῦσαί με καταδίκης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Οἱ φίλοι του Σωτῆρος, Βασίλειε παμμάκαρ, καὶ Ἰωάννη καὶ θεῖε Γρηγόριε, τῆς τῶν χειρόνων φιλίας, ἡμᾶς λυτρώσασθε.

Ὑψώσατε τὰς χείρας ὑμῶν τῇ Τριάδι, ὦ θεηγόροι Πατέρες τρισμέγιστοι, ὑπὲρ ὑμῶν τῶν αἰνούντων, ὑμῶν τὴν ἔλλαμψιν.

Ὑδάτων ψυχοτρόφων, Βασίλειε θεόφρον, καὶ Χρυσολόγε καὶ θεῖε Γρηγόριε, τὰς ζωτικὰς ἐπιῤῥοίας, ἡμῖν ὀμβρήσατε.

Θεοτοκίον.
Ὑφέρπων μοι δολίως, ὁ ἀνθρωποκτόνος, τὰς πονηρὰς ὑπολήψεις ἐκχέει μοι, ἀλλὰ τούτου τὸ θράσος, Παρθένε σύντριψον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς τῆς εὐσεβείας καθηγητάς, καὶ τῆς Ἐκκλησίας, νυμφοστόλους καὶ ὁδηγούς, σὺν τῷ Βασιλείῳ, Γρηγόριον τὸν μέγαν, καὶ Ἰωάννην ἅμα, ὕμνοις τιμήσωμεν.

Χαίρετε σοφίας μυσταγωγοί, καὶ τῶν ἀποῤῥήτων, δημηγόροι ὑφηγηταί, χαίρετε δογμάτων, οἱ ῥήτορες τῶν θείων, φωστῆρες Οἰκουμένης, Πατέρες μέγιστοι.

Βάσις ὁ Βασίλειος τῶν πιστῶν, γρήγορον δὲ στόμα, ὁ Γρηγόριος τοῦ Χριστοῦ, χάριν δὲ προχέων, ὁ Ἰωάννης ὤφθη, ὑμνήσωμεν οὗν πάντες, τούτων τὴν ἕνωσιν.

Χαίροις θεηγόρε σεπτὴ Τριάς, Βασίλειε πάτερ, καὶ Γρηγόριε ἱερέ, σὺν τῷ Ἰωάννῃ, τῷ ὄντι χρυσολόγῳ, Τριάδος τῆς Ἁγίας, λαμπροὶ ἐκφάντορες.

Ἔλλαμψιν αἰτήσατε ἐκ Θεοῦ, καὶ πταισμάτων λύσιν, καὶ κινδύνων ἀποφυγήν, ἡμῖν δωρηθῆναι, τοῖς ἀτενῶς ὁρῶσιν, ὑμῶν τῇ μεσιτείᾳ, Πατέρες ὅσιοι.

Σύνεσιν ἐν βίῳ καρποφορεῖν, καὶ εὔσχημον τρόπον, καὶ ἀγάπην εἰλικρινή, ῥεύσατε ἐνθέως, ὑμῶν ταῖς προστασίαις, Πατέρες πρωτοπόροι, ἡμᾶς δεόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τροπάριον. Ἦχος ἅ΄.
Τοὺς τρεῖς μεγίστους φωστήρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν Οἰκουμένην ἀκτῖσι, δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν, θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλῶτταν χρυσοῤῥήμονι. Πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης σκοτοδίνης τῶν παθῶν, καὶ καταφορᾶς κακοτρόπου, καὶ πονηρᾶς ἀγωγῆς, ἅπαντας λυτρώσασθε ἡμᾶς μακάριοι, θεοφάντορ Βασίλειε, Γρηγόριε θεῖε, καὶ κλεινὲ Χρυσόστομε, Χριστοῦ θεράποντες, γνώσει δὲ ὑμῶν τῶν δογμάτων, χάριν φωτισμοῦ σωτηρίου, λάμψατε αἰσίως ταῖς ψυχαῖς ἡμῶν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

πηγή