• agios-porfyrios-vivlia-eikones
    Άγιος Πορφύριος
    Μεγάλη ποικιλία από Βυζαντινές εικόνες και βιβλία με τον Άγιο Πορφύριο στο eikonia.gr
  • FACEBOOK-TEST16
    Ορθόδοξη Βιβλιοθήκη
    Στο eikonia.gr θα βρείτε πολύ μεγάλη ποικιλία σε Ψυχωφελή και Πνευματικά βιβλία καθώς και βίους Αγίων...
  • arxaggelos-mixahl
    Αρχάγγελος Μιχαήλ Μενταγιόν
    Ασημένιο μενταγιόν 925°, επιχρυσωμένο περιμετρικά με τον Αρχάγγελο Μιχαήλ στην μπροστινή πλευρά και την...
  • agios-paisios-eikones-vivlia
    Άγιος Παΐσιος
    Μεγάλη ποικιλία από Βυζαντινές εικόνες και βιβλία με τον Άγιο Παΐσιο τον Αγιορείτη στο ixnk.gr
  • proseyxhtariokatanyktiko-3
    Προσευχητάριον Κατανυκτικόν
    Προσευχητάριον Κατανυκτικόν - Αγίου Νεκταρίου Πενταπόλεως   "Βασισμένη στην ψαλμική έκφραση «επτάκις...

Παρακλητικός Κανών εις τον Άγιον Βασίλειον τον Μέγαν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης καὶ σοφὸς θεηγόρος, καὶ Βασιλείας οὐρανῶν κληρονόμος, οὐρανοφάντορ ἅγιε Βασίλειε, πρέσβευε πρὸς Κύριον, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, τοὺς πιστῶς σε τιμῶντας, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, τοῖς καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Γενοῦ μοι βίου, ὦ Πάτερ, βάσις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γαλήνην ἐν βίῳ μοι σταθηράν, Βασίλειε αἴτει, καὶ κινδύνων ἀπαλλαγήν, ὡς ἔχων μεγίστην παῤῥησίαν, πρὸς τὸν Δεσπότην Χριστὸν ἱερώτατε.

Ἐν θλίψεσι Πάτερ ἀναψυχήν, καὶ πόνοις ποικίλοις, ἀνακούφισιν ἀληθῆ, παράσχου Βασίλειε παμμάκαρ, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου,

Ναμάτων πληρούμενος θεϊκῶν, ἐπόμβρησον Πάτερ, τὸν οὐράνιον γλυκασμόν, τοῖς συνεχομένοις τῇ πικρίᾳ, ἁμαρτιῶν πολυτρόπων Βασίλειε.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, τὴν ἀμαυρωθεῖσάν μου καρδίαν, τῇ ζοφερᾷ ἁμαρτίᾳ καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερέχοντος βίου, μυσταγωγὲ ἄριστε, πρὸς πνευματικὰς ἐπιδόσεις, ζωῆς τῆς κρείττονος, ἡμᾶς ὁδήγει ἀεί, τοὺς ἀδιστάκτῳ καρδίᾳ, ἅγιε Βασίλειε, σὲ μακαρίζοντας.

Μετανοίας τὴν τρίβον, τὴν πρὸς ζωὴν φέρουσαν, οἷα τῶν ψυχῶν οἰκονόμος, ἡμῖν ὁμάλισον, ἐχθροῦ τὰ σκάνδαλα, ἐξ αὐτῆς Πάτερ διώκων, δραστικῇ πρεσβείᾳ σου, πρὸς τὸν Φιλάνθρωπον.

Οὐρανόφρονα γνώμην, νοῦν καθαρὸν σώφρονα, ἦθος ταπεινὸν Ἱεράρχα, καὶ βίον ἄμεμπτον, καλλιεργεῖν εὐσεβῶς, δίδου ἡμῖν θεῖον σθένος, ἅγιε Βασίλειε, ὡς συμπαθέστατος.

Θεοτοκίον.
Ἱερόφθογγοι λόγοι, σὲ προφανῶς ἔσεσθαι, ἄφθορον Μητέρα τοῦ Λόγου, Κόρη ἐδήλωσαν, ὃν καθικέτευε, τῆς τῶν παθῶν ἀλογίας, καὶ φθορᾶς ῥυσθῆναί με, τῆς τοῦ ἀλάστορος.

Διάσωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ ὁδηγὸς σωτήριος, πρὸς τρίβον ζωῆς, καὶ Βασιλείαν ἔνθεον, γενοῦ πάτερ Βασίλειε, τοῖς θερμῶς προσιοῦσι τῇ σκέπῃ σου· σὺ γὰρ μεσίτης ἡμῶν πρὸς Θεόν, ὑπάρχεις καὶ πρέσβυς δραστικώτατος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βασιλεῖ με οἰκείωσαι, τῷ ἐπουρανίῳ πάτερ Βασίλειε, ἐκκαθαίρων τῶν πταισμάτων με, ὥσπερ Ἱεράρχης ἐνθεώτατος.

Ἱλαστήριον γένοιτο, καὶ τῶν ψυχικῶν συντριμμάτων ἀνόρθωσις, ἡ πρεσβεία σου Βασίλειε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Ὀδυνώμενον σφόδρα με, ταῖς τοῦ πονηροῦ δειναῖς ἐπιθέσεσιν, ἀπολύτρωσαι Βασίλειε, καὶ ψυχῆς μου ἴασαι τὴν κάκωσιν.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα Θεὸν καὶ Κύριον, καθικέτευε ῥυσθῆναί με, τῆς ἐπικρατείας τοῦ ἀλάστορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ θησαυρός, τῆς σοφίας τῆς τοῦ Πνεύματος, σοφισμάτων τοῦ βελίαρ χαλεπῶν, ἀπολύτρωσαι ἡμᾶς πάτερ Βασίλειε

Πόνων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, διαφύλαττε παμμάκαρ ἀσινεῖς, τοὺς προστρέχοντας Βασίλειε τῇ σκέπῃ σου.

Ἄνωθεν ἡμῖν, τὴν ταχεῖάν σου βοήθειαν, ὡς προστάτης ἡμῶν μέγας καὶ ταχύς, ἀεὶ δίδου δυσωποῦμέν σε Βασίλειε.

Θεοτοκίον.
Τήρησον ἡμᾶς, ἀσινεῖς ὑπὸ τὴν σκέπην σου, ἐκ βελῶν τῶν πυριφλέκτων τοῦ ἐχθροῦ, δυσωποῦμέν σε Παρθένε οἱ οἰκέται σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκ πάσης, ὀδυνηρᾶς ἐπηρείας, καὶ μανίας τοῦ ἐχθροῦ καὶ ἀπάτης, καὶ δυσχερείας τοῦ βίου καὶ λύπης, ἀτρώτους φύλαττε πάτερ Βασίλειε, τοὺς καταφεύγοντας πιστῶς, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Ῥημάτων, τῶν θεϊκῶν σου ἡ χάρις, ὥσπερ θεῖος γλυκασμὸς κατευφραίνει, τὰς διανοίας ἡμῶν θεηγόρε· ὅθεν ἰὸν τὸν ψυχόλεθρον ξήρανον, τὸν καθ’ ἡμῶν τοῦ δυσμενοῦς, ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Βαράθρων, τῆς ἀπωλείας παμμάκαρ, καὶ ἐκ λάκκου χαλεπῆς ἁμαρτίας, τοὺς πεπτωκότας ἀνέλκυσον θᾶττον, τῇ ἐπισκέψει σου πάτερ Βασίλειε, καὶ ἐπὶ πέτραν ἀσφαλῆ, μετανοίας τὸν νοῦν ἡμῶν στήριξον.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως ἀειπάρθενε Κόρη, ὡς τὸν Δεσπότην αὐτῶν τετοκυῖα, ἀνακαλούμενον κόσμον τοῦ πτώματος· διὸ κἀμοῦ τὸν ἐναγῆ, καθαγίασον νοῦν τῇ Σῇ χάριτι.

Διάσωσον, οὐρανοφάντορ Βασίλειε Ἱεράρχα, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς καταφεύγοντας Πάτερ τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, καὶ Ἐκκλησίας θεμέλιος ἄῤῥηκτος, Βασίλειε πάτερ θεόσοφε, τοὺς κλονουμένους ταῖς αὔραις τῶν θλίψεων, ἑδραίωσον θείαις πρεσβείαις σου.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βάσις καὶ ἑδραίωμα, καὶ ἀληθὴς παιδοτρίβης, ὁδηγὸς σωτήριος, καὶ μεσίτης ἔνθεος πρὸς τὸν Κύριον, γενοῦ Βασίλειε, τοῖς ἐν κατανύξει, προσιοῦσι τῇ πρεσβείᾳ σου, ὡς πλήρης χάριτος, καὶ Ἀρχιερεὺς συμπαθέστατος, ἡμᾶς ἐπὶ τὰ κρείττονα, Πάτερ ὁδηγῶν τῇ σῇ χάριτι· ἵνα Βασιλείας, τῆς ἄνω μετὰ τέλος κοινωνοί, καὶ κληρονόμοι γενώμεθα, οἱ σὲ μακαρίζοντες.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σοφιστείας τοῦ πλάνου, ἃς ἀπαύστως τεκταίνει καθ’ ἡμῶν Ἅγιε, διάλυσον καὶ δίδου, ἡμῖν σοφίαν θείαν, θεηγόρε Βασίλειε, ὡς ἂν σοφῶς τοῦ Θεοῦ, τὸ θέλημα ποιῶμεν.

Ἱεράρχα Κυρίου, Ἐκκλησίας ἁπάσης φωστὴρ πολύφωτε, φωτὶ τῶν πρεσβειῶν σου, διάλυσον τὸ σκότος, τοῦ νοός μου Βασίλειε, καὶ ἴθυνόν με πρὸς φῶς, τῶν θείων ἐνταλμάτων.

Σκευωρίας ἁπάσης, καὶ κακίας καὶ φθόνου ἡμᾶς ἀπάλλαξον, ἐκ τῶν ἐπιζητούντων, σκανδάλοις ἐκταράττειν, τὴν ζωὴν ἡμῶν Ἅγιε, καὶ ἐν εἰρήνῃ ἡμᾶς, περίφραξον τελείᾳ.

Θεοτοκίον.
Γαλουχοῦσα ὡς βρέφος, Θεοτόκε Παρθένε τὸν πάντα τρέφοντα, διάθρεψον τὸν νοῦν μου, ἐν ἄρτῳ νοημάτων, σωτηρίων λιμώττοντα, τῇ ἐπηρείᾳ ἐχθροῦ, πενίᾳ τῶν κρειττόνων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῆς σῆς γλώσσης, βλύζει ζωῆς θεῖον ὕδωρ, δι’ οὗ πότισον διψῶσαν τὴν ψυχήν μου, ἵνα Ἱεράρχα, τὰ θεῖα ἐξενέγκῃ.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τῇ πρεσβείᾳ σου Βασίλειε παμμάκαρ, τοῖς σὲ ὡς προστάτην, ἀνευφημοῦσι μέγαν.

Ἁμαρτημάτων, ἡμῖν τὴν ἄφεσιν αἴτει, ὡς χρηστότητος τῆς θείας ὑποφήτης, καὶ παθῶν τὴν λύσιν, Βασίλειε τρισμάκαρ.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν προστασία· διὸ ῥῦσαί με ἐχθροῦ τῆς δυναστείας, καὶ τῷ θείῳ φόβῳ, τείχισον τὴν ψυχήν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸν νοῦν μου, τετραυματισμένον, τῇ ἐπηρείᾳ τοῦ ὄφεως Ὅσιε, καὶ φωτισμῷ οὐρανίῳ τοῦτον καταύγασον.

Μὴ παύσῃ ἱκετεύων, πρὸς τὸν πάντων Κτίστην, οὐρανοφάντορ Βασίλειε Ὅσιε, ῥύεσθαι πάσης ἀνάγκης τοὺς σὲ γεραίροντας.

Ὁ μέγας Ἐκκλησίας, μύστης καὶ προστάτης, Ἀρχιεράρχα Βασίλειε πάνσοφε, προσδοκωμένων κινδύνων ἡμᾶς ἀπάλλαττε.

Θεοτοκίον.
Ὑφέρπων μοι δολίως, συλᾷ με καθ’ ἑκάστην, ὁ δολιότροπος ὄφις Πανάμωμε, ἀλλὰ τῆς τούτου κακίας Σύ με ἀπάλλαξον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας μέγας φωστήρ, καὶ τῆς εὐσεβείας, μυστογράφος θεοειδής· χαίροις Βασιλείας, τῆς ἄνω ὑποφήτης, Βασίλειε παμμάκαρ, πιστῶν ἑδραίωμα.

Ἅπασαν παιδείαν ἐκπαιδευθείς, τὴν θύραθεν Πάτερ, τῆς σοφίας τῆς τοῦ Θεοῦ, ὄργανον ἐδείχθης, Βασίλειε ἐν κόσμῳ, ὡς ἀρετῶν δοχεῖον, περιφανέστατος.

Βάσις Ἐκκλησίας ὤφθης στεῤῥά, δογμάτων ἁγίων, στόμα εὔσημον καὶ σοφόν, καὶ τοῦ Παρακλήτου, Βασίλειε ῥομφαία, αἱρετικῶν συγκόπτουσα, τὰ ζιζάνια.

Χαίροις τῶν πενήτων ὁ βοηθός, χηρῶν ὁ προστάτης, καὶ ἀπόρων ὁ ἀρωγός· χαίροις τεθλιμμένων, παράκλησις γλυκεῖα, καὶ γήρως βακτηρία, πάτερ Βασίλειε.

Ἔπειδε Βασίλειε ἱερέ, ἐπὶ τοὺς ζητοῦντας, τὴν θερμήν σου ἐπισκοπήν, καὶ παράσχου πᾶσιν, ὑγίειαν τὴν κατ’ ἄμφω, καὶ ἄφεσιν πταισμάτων, καὶ βίον ἄλυπον.

Σὺν τοῖς σοῖς γονεῦσι καὶ ἀδελφοῖς, Χριστὸν ἐκδυσώπει, ὦ Βασίλειε ἱερέ, ὅπως ἀξιώσῃ, τῆς ἄνω Βασιλείας, τοὺς προσιόντας Πάτερ, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας Ἐκκλησίας ἀρωγός, ὡς πανευκλεὴς Ἱεράρχης, πέλων Βασίλειε, μέγας πρέσβυς πέφηνας, ἡμῶν πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· ἀπαύστως δυσώπει, νόσων καὶ κακώσεων, καὶ θλιβερῶν συμφορῶν, ῥύεσθαι τοὺς σὲ ἀνυμνοῦντας, καὶ τῆς Βασιλείας γενέσθαι, τοῦ Χριστοῦ μετόχους ἡμᾶς Ἅγιε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

πηγή