Γεννήθηκε το 1522, καταγόμενη από την αθηναϊκή αρχοντική οικογένεια γαιοκτημόνων, των Μπενιζέλων. Η Ρηγούλα ή Ρεβούλα (Παρασκευούλα), όπως ήταν το κοσμικό της όνομα, ήταν κόρη του Αγγέλου Μπενιζέλου και της Σηρίγης Παλαιολογίνας, γόνου της ιστορικής βυζαντινής οικογένειας.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ τροπάρια ταῦτα·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Φιλοϑέῃ οἱ πιστοὶ τὸ ἐφύμνιον, νῦν συνελϑόντες, ἐκτενῶς ἀνεμέλψωμεν, τῶν Ἀϑηναίων πρόμαχε, Ὁσίων κανών, σκεῦος τὸ πολύτιμον, τῆς Χριστοῦ Ἔκκλησίας, χαίρουσα τῆς ἄνωϑεν Βασιλείας μετέχεις· μετὰ Ἀγγέλων Μῆτερ, τοῖς χοροῖς, εὐφραινομένη, χαρὰν τὴν Οὐράνιον.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος,
Εἶτα, ὁ Κανὼν τῆς Ἁγίας, ἧς ἠ ἀκροστιχίς·
Τῇ Ὁσίᾳ Μητρὶ Φιλοθέῃ δέησις, Ἀριστείδου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τιμήσωμεν πάντες χαρμονικῶς, ᾄσμασιν ἐνϑέοις, Φιλοϑέην χρεωστικῶς, Ὁσίων ἀγλάισμα καὶ κλέος τῶν Ἀϑηνῶν, βλαστὸν καὶ καύχημα.
Ἡ πόλις κατέχει τῶν Ἀϑηνῶν, λείψανά σου μῆτερ, Φιλοϑέη πανευκλεής, ἰάσεις προχέοντα ἀφϑόνως, τοῖς προσκυνοῦσι ἐν πίστει τὸ σκῆνός σου.
Ὁσίως διήνυσας τὴν ζωήν, χαίρουσα μετέστης τῶν προσκαίρων πρὸς Οὐρανούς, ὁσία Φιλοϑέη, ἀξίως ἔνϑα δικαίων, αἱ τάξεις ἀγάλλονται.
Σαρκὸς κατεφρόνησας τὴν τρυφήν, ἄνω κληρουχίας, μετασχοῦσα χαρμονικῶς, καὶ οὔτω, ὁσία Φιλοϑέη, ἐν Οὐρανοῖς συναγάλλει τὸ πνεῦμά σοῦ.
Θεοτοκίον.
Ἰάτρευσον πάϑη τὰ χαλεπά, Μῆτερ τοῦ Ὑψίστου, ἀσϑενούντων καταφυγή, σοὶ γὰρ νῦν προσφεύγω, ἀνατείνω καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀϑηναίων ἡ πόλις σὲ ϑησαυρόν, ἔχουσα, μῆτερ Φιλοϑέη ὁσία, τὸν ἀδαπάνητον, καὶ τοὶς προστρέχουσι, τῇ βοηϑείᾳ σου, τούτους σώζεις, τῶν κακώσεων, τῇ μεσιτείᾳ σου.
Μητρικῇ μεσιτείᾳ, πρὸς τὸν Θεόν, πάνσεμνε σῴζεις, ἐκ κινδύνων παντοίων, τοὺς εἰς σὲ προσφεύγοντας, τῇ βοηϑείᾳ σου, ὦ Φιλοϑέη ὁσία, μῆτερ τῆς ἀσκήσεως, τὸ ἐγκαλλώπισμα.
Ἡ Ἁγία ψυχή σου, ἐν Οὐρανοῖς χαίρεται, γῆ δὲ νῦν, τὸ ϑεῖόν σου σκῆνος χαίρει κατέχουσα, μέγα ϑησαύρισμα, τῶν ἰαμάτων τὴν χάριν, πλοῦτον ἀδαπάνητον, κρήνην ἀέναον.
Θεοτοκίον.
Τὸν Σωτῆρα τεκοῦσα ϑεοπρεπῶς Ἀχραντε, τοῦτον ἐκδυσώπει Παρϑένε, σῶσαι τοὺς δούλους σου, τοὺς πλημμελήμασι, καὶ ἀσϑενείας τοῦ βίου, ἀμελῶς ὑπάρχοντας ϑεομακάριστε.
Διάσωζε Φιλοϑέη ὁσία ταῖς πρὸς Θεόν σου πρεσβείαις ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, καὶ ἴασαι τὰς δεινὰς ἡμῶν νόσους.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία ϑερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφϑασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥωμαλέαν τὴν φρόνησιν, τὸν ἀρχαῖον δράκοντα, κατεπάλαισας, τὴν ψυχήν σου δὲ πανάσπιλον, τῶν παϑῶν ἐτήρησας πανεύφημε.
Ἰατρεῖον τὸ ἄμισϑον, Φιλοϑέη γέγονεν, τοῖς προστρέχουσι, τὸ σεπτὸν καὶ ϑεῖον Λείψανον, τῶν παϑῶν τὴν ῥῶσιν, χαριζόμενον.
Φυλακτήριον ἔνϑεον, μῆτερ σοῦ τὸ σκήνωμα πᾶσι γέγονεν, Φιλοϑέη, ἀξιάγαστε, πολιοῦχε τῶν Ἀϑηνῶν πανεύφημε.
Θεοτοκίον.
Ἰατῆρα κυήσασα, Παναγία Δέσποινα, μητροπάρϑενε, ἐκτενῶς Αὐτὸν ἱκέτευε, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς τῶν κακώσεων, πανεύφημε, τῇ μεσιτείᾳ σου πρὸς τὸν Κύριον, ὡς παῤῥησίαν κεκτημένη, παναοίδιμε.
Ὅπλον τοῦ Σταυροῦ τοῦ Κυρίου, μῆτερ ἔλαβες, καὶ τὸν ἀρχέκακον κατέβαλες, τῇ προσευχῇ ὦ Φιλοϑέη ἀξιάγαστε.
Θείων δωρεῶν, ἠξιώϑης Μῆτερ, πάνσεμνε, τῆς ἀϑλήσεως τὸν στέφανον, παρὰ Κυρίου Παντοκράτορος, πανεύφημε.
Θεοτοκίον.
Ἔμπλησον χαρᾶς τὰς καρδίας τῶν τιμώντων σε, Παρϑενομήτωρ, σοῦ δεόμεϑα, ἡ τὴν χαράν, Θεομακάριστε, κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡ πόλις τῶν Ἀϑηνῶν ϑησαύρισμα, καὶ φρουράν, ἀσφαλεστάτην ἔχει, καὶ ὁδηγόν, ἐν ἀνάγκαις, τοῦ βίου, οἱ ἐν ἁμαρτίαις πολλαῖς συνεχόμενοι, προφϑάνουσα διηνεκῶς, Φιλοϑέη λυτροῦσϑαι τοὺς πάσχοντας.
Δοχεῖον, τοῦ Παναγίου Πνεύματος, καταστᾶσα ὦ Φιλοϑέη ὁσία, τὰς ἐπὶ γῆς, καταλείπεις μερίμνας, καὶ Οὐρανίας τρυφῆς, κατηξίωσας πρεσβεύουσα διηνεκῶς τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἐπάρσεις, τοῦ διαβόλου πάνσεμνε, προσευχῇ καὶ νηστείᾳ, καϑεῖλες καὶ Οὐρανῶν Βασιλείας μετέχεις ὡς καϑαρὰ τῇ ψυχῇ καὶ ἀμόλυντος, πρεσβεύουσα διηνεκῶς, τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον.
Ἡ Πύλη τῆς σωτηρίας, γέγονας ἀληϑῶς, θεομακάριστε Κόρη, καὶ ὁδηγὸς πλανωμένων, Ἁγνή, καταφύγιον· σοῦ δέομαι τῆς Ἀγαϑῆς, ἐκ φϑορᾶς νοσημάτων ἀνάστησον.
Διάσωζε Φιλοϑέη ὁσία ταῖς πρὸς Θεόν σου πρεσβείαις ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, καὶ ἴασαι τὰς δεινὰς ἡμῶν νόσους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Προκείμενον.
Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου (Δίς).
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύϑυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄, 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·
ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος β΄.
Μητρικῇ μεσιτείᾳ, πρὸς τὸν Θεὸν Πάνσεμνε, σώζεις, ἐκ κινδύνων παντοίων, τοὺς προστρέχοντας τῇ βοηϑείᾳ σου, ὦ Φιλοϑέη ὁσία, μῆτερ, τῆς ἀσκήσεως τὸ ἐγκαλλώπισμα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν ποϑοῦσα, τὴν οὐράνιον, Μῆτερ δι᾽ ἀσκήσεως, ἀπέλαβες ἐνδόξως, νηστείᾳ καὶ δεήσει τῷ Κυρίῳ κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰαμάτων τὴν χάριν, τὴν παρέχουσαν, πᾶσι πιστοῖς τὴν ἴασιν, λαμβάνεις ἐκ Κυρίου, τοῦ νέμοντος στεφάνους, Φιλοϑέη, κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.
Σωφροσύνῃ κοσμοῦσα, Φιλοϑέη, τὸν βίον τῆς ἄνω κλήσεως, ἠξίωσαι ὁσία, Ἀγγέλων ταῖς χορείαις, γενομένη συνόμιλος, ὡς τὸν Σωτῆρα Χριστόν, σεμνὴ ἀεὶ ποϑοῦσα.
Θεοτοκίον.
Ἀειπάρϑενε Κόρη τὸν Οἰκτίρμονα Κύριον, σὺ δυσώπησον ῥυσϑῆναι, τῶν πταισμάτων, τοῖς πόϑῳ σὲ τιμῶσι, καὶ ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ῥημάτων ϑείων, τὴν διδαχὴν δεξαμένη, Οὐρανίας μετέχεις μερίδος, μετὰ τῶν Ἀγγέλων, σεμνὴ χοροβατοῦσα.
Ἱκετηρίους δέχου εὐχάς, Φιλοϑέη, τῶν τιμώντων, τὴν μνήμην σου, Μῆτερ, καὶ δοξολογούντων Χριστὸν εἰς τοὺς αἰῶνας.
Σωτηριῶδες Εὐαγγέλιον, Ὁσία, ἀληϑείας ποϑοῦσα μετέχεις, νῦν μετὰ δικαίων, τῆς ἄνω Βασιλείας.
Θεοτοκίον.
Τοὺς βοηϑείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρϑένε ὑμνοῦντας καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπόϑησας τὴν ἄνω Μῆτερ εὐφροσύνην, διὰ παντὸς τῷ Κυρίῳ, κραυγάζουσα· μὴ μὲ παρίδῃς Οἰκτίρμον, τῆς ἄνω κλήσεως.
Ἱλάσϑητι ἐβόας, Σῶτερ, τὸν λαόν σου, ὃν τῷ τιμίῳ ἐκτήσω σου αἵματι, ὡς ἀγαϑὸς πανοικτίρμων καὶ μόνος εὔσπλαγχνος.
Δεήσεις ἐπαξίως, μῆτερ Φιλοϑέη, τῶν Ἀϑηναίων, ἡ πόλις προσφέρει σοι, ὡς πολιοῦχον τιμῶσα καὶ σὲ γεραίρουσα.
Οἰκτίρμον, μὴ παρίδῃς, ἐκτενεῖς δεήσεις, ἁμαρτωλῶν δεομένων σου Κύριε, ἁμαρτημάτων παρέχων, Σῶτερ τὴν ἄφεσιν.
Θεοτοκίον.
Ὑμνοῦμεν κατὰ χρέος, σὲ τὴν Θεοτόκον, οἱ διὰ σοῦ σεσωσμένοι Παρϑένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Φιλοϑέη, πανευκλεής, χαίροις, Ἀϑηναίων, ἡ ὑπέρμαχος στρατηγός, χαίροις τῶν Ἀγγέλων, ὁμόσκηνε ἀξίως, Δεσπότου τοῦ τῶν ὅλων, Νύμφη ἀμόλυντε.
Χαίροις τῶν Ὁσίων, ἡ καλλονή, χαίροις παρϑενίας τὸ ὑπόδειγμα τὸ λαμπρόν, μῆτερ Φιλοϑέη, ὁμόσκηνε Ἀγγέλων, ὁσίων καὶ δικαίων, κλέος ὑπάρχουσα.
Χαίροις τεϑλιμμένων ἡ ἀρωγή, καὶ κινδυνευόντων προστασία καὶ ὁδηγός, χαίροις νεανίδων, τερπνὴ παραμυϑία, ὦ μῆτερ Φιλοϑέη, ὁσίων σύμμορφε.
Ψάλλομεν προϑύμως, σοὶ τὴν ὠδήν, μῆτερ Φιλοϑέη, κατὰ χρέος χαρμονικῶς, ἵνα μεσιτεύσης Χριστῷ τῷ Ζωοδότῃ, ἡμᾶς ἐκ τῶν κινδύνων πάντας λυτρώσασϑαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀϑηναίων ἡ πόλις ἡ περιώνυμος, Φιλοϑέην τιμᾶ τὴν Ὁσιομάρτυρα, καὶ ἀσπάζεται αὐτῆς τὸ ϑεῖον λείψανον, ὅτι ἐβίωσε σεμνῶς καὶ μετήλλαξε τὸ ζῆν, ἀϑλήσει καὶ μαρτυρίω, καὶ πρεσβεύει πρὸς τὸν Σωτῆρα, διδόναι πᾶσι τὸ ϑεῖον ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, ἀϑληφόρε τοῦ Χριστοῦ, προστάτις νεανίδων καὶ μῆτερ ἀληϑῆ χριστιανῶν, ὁσία Φιλοϑέη, τοὺς σὲ εὐφημοῦντας καὶ ἀναμέλποντας, πρὸς τὴν σὴν ἀντίληψιν ϑερμῶς προστρέχοντας καὶ τὴν ἱερὰν Εἰκόνα σου, πίστει καὶ πόϑῳ ἀσπαζομένους, ῥῦσαι ταῖς πρεσβείαις σου πάσης ϑλίψεως, συμφορᾶς καὶ κακώσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.